🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 1.11 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.10 (part 3) · Iamblichus, De Mysteriis 1.11 (part 2) →

Iamblichus, De Mysteriis 1.11 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Πῶς οὖν πρὸς ἐμπαθεῖς αὐτοὺς πολλὰ δρᾶται ἐν ταῖς ἱερουργίαις; φημὶ δὴ οὖν καὶ τοῦτο ἀπείρως λέγεσθαι τῆς ἱερατικῆς μυσταγωγίας. τῶν γὰρ ἐν τοῖς ἱεροῖς ἑκάστοτε ἐπιτελουμένων τὰ μὲν ἀπόρρητόν τινα καὶ κρείττονα λόγου τὴν αἰτίαν ἔχει· τὰ δ’ ὡς σύμβολα καθιέ ρωται ἐξ ἀιδίου τοῖς κρείττοσι· τὰ δ’ εἰκόνα τινὰ ἄλλην ἀποσώζει, καθάπερ δὴ καὶ ἡ γενεσιουργὸς φύσις τῶν ἀφανῶν λόγων ἐμφανεῖς τινὰς μορφώσεις ἀπετυπώσατο· τὰ δὲ τιμῆς ἕνεκα προσάγεται ἢ ἀφομοιώσεως ὁποιασοῦν ἢ καὶ οἰκειώσεως στοχάζεται· ἔνια δὲ τὸ ἡμῖν χρήσιμον παρασκευάζει ἢ καθαίρει πως καὶ ἀπολύει τὰ ἡμέτερα τῶν ἀνθρώπων πάθη, ἢ ἄλλο τι τῶν συμβαινόντων ἡμῖν δεινῶν ἀποτρέπεται. οὐ μὴν ἕτι γε συγχωρήσειεν ἄν τις, ὡς ἄρα πρὸς ἐμπαθεῖς τοὺς θεραπευομένους θεοὺς ἢ δαίμονας μέρος τι τῆς ἁγιστείας προςφέρεται· οὔτε γὰρ πέφυκεν εἰσδέχεσθαί τινα ἀπὸ τῶν σωμάτων μεταβολὴν ἡ καθ’ αὑτὴν ἀίδιος καὶ ἀσώματος οὐσία. Οὔτε, εἰ ὅτι μάλιστα χρείαν εἶχε τοιαύτην, προσεδεήθη ἄν ποτε τῶν ἀνθρώπων εἰς τὴν τοιαύτην θρησκείαν, αὐτὴ ἀφ’ ἑαυτῆς καὶ ἀπὸ τῆς τοῦ κόσμου φύσεως καὶ τῆς ἐν τῇ γενέσει τελειότητος ἀποπληρουμένη, καὶ εἰ οἷόν τε τοῦτο εἰπεῖν, πρὸ τοῦ δεῖσθαι προλαμβάνουσα τὸ αὔταρκες διὰ τὴν ἀνενδεῆ τοῦ κόσμου ὁλότητα καὶ τὴν ἑαυτῆς οἰκείαν ἀποπλήρωσιν, καί διότι μεστὰ πάντα τῶν οἰκείων ἀγαθῶν τὰ κρείττονα γένη ὑπάρχει.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 1.11 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.11