Iamblichus, De Mysteriis 1.10 (part 3)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.10 (part 2) · Iamblichus, De Mysteriis 1.11 (part 1) →
Iamblichus, De Mysteriis 1.10 (part 3) Ancient Greek
Iamblichus, De Mysteriis
Ὁπότε δὴ οὖν ἐπὶ τοῦ ἐσχάτου γένους τῶν κρειττόνων, ὥσπερ τῆς ψυχῆς, ἀδύνατον ἐπεδείξαμεν τὴν μετουσίαν τοῦ πάσχειν, τί χρὴ δαίμοσι καὶ ἥρωσιν αὐτὴν προσάπτειν, οἵπερ ἀίδιοί τέ εἰσι καὶ συνοπαδοὶ τῶν θεῶν διὰ παντός, εἰκόνα τε τῆς διακοσμήσεως τῶν θεῶν καὶ αὐτοὶ κατὰ τὰ αὐτὰ διαφυλάττουσιν, ἐχόμενοί τε ἀεὶ διατελοῦσι τῆς θείας τάξεως καὶ οὐδέποτε αὐτὴν ἀπολείπουσιν; ἴσμεν γὰρ δήπου τοῦτο, ὡς τὸ πάθος ἄτακτόν τέ ἐστι καὶ πλημμελὲς καὶ ἀστάθμητον, ἑαυτοῦ μὲν οὐδαμῶς ὄν, ἐκείνῳ δὲ προσκείμενον ὑφ’ οὗ κατέχεται καὶ ᾧ δουλεύει πρὸς τὴν γένεσιν· τοῦτο δὴ οὖν ἄλλῳ τινὶ γένει προσήκει μᾶλλον, ἢ τῷ ἀεὶ ὄντι καὶ συνηρτημένῳ τοῖς θεοῖς, τάξιν τε τὴν αὐτὴν καὶ περίοδον μετ’ αὐτῶν πε ριιόντι. ἀπαθεῖς τοίνυν εἰσὶ καὶ οἱ δαίμονες καὶ πάντα τὰ συνεπόμενα αὐτοῖς τῶν κρειττόνων γενῶν.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.10
Cite as
Iamblichus, De Mysteriis 1.10 (part 3) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.10