Iamblichus, De Mysteriis 1.10 (part 2)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.10 (part 1) · Iamblichus, De Mysteriis 1.10 (part 3) →
Iamblichus, De Mysteriis 1.10 (part 2) Ancient Greek
Iamblichus, De Mysteriis
ὅλως δὲ ἀμέριστος οὖσα καὶ ἐν ἑνὶ εἴδει μένουσα τῷ αὐτῷ, καθ’ αὑτήν τε ἀσώματος ὑπάρχουσα καὶ μηδὲν ἐπικοινωνοῦσα πρὸς τὸ γιγνόμενον καὶ πάσχον σῶμα, οὔτ’ ἂν κατὰ διαίρεσιν οὔτε κατ’ ἀλλοίωσίν τι πάθοι, οὔθ’ ὅλως ἔχοι οὐδ’ ὁτιοῦν τροπῆς ἢ πάθους ἐχόμενον. Ἀλλ’ οὐδ’ ὅταν εἰς τὸ σῶμά ποτε παραγένηται, οὔτε αὐτὴ πάσχει οὔτε οἱ λόγοι, οὓς δίδωσι τῷ σώματι· εἴδη γάρ εἰσι καὶ οὗτοι ἁπλοῖ καὶ μονοειδεῖς, ταραχὴν οὐδεμίαν οὐδὲ ἔκστασιν ἀφ’ ἑαυτῶν εἰσδεχόμενοι. αἰτία δὴ οὖν τὸ λοιπὸν γίνεται τῷ συνθέτῳ τοῦ πάσχειν· τὸ δ’ αἴτιον οὐκ ἔστι δήπου τὸ αὐτὸ ὅπερ τὸ ἀποτελούμενον. ὥσπερ οὖν γιγνομένων τε καὶ φθειρομένων τῶν συνθέτων ζώων γένεσις οὖσα πρώτη ἡ ψυχή, αὐτὴ καθ’ ἑαυτήν ἐστιν ἀγέννητος καὶ ἄφθαρτος, οὕτω καὶ πασχόντων τῶν μετεχόντων τῆς ψυχῆς καὶ μὴ καθόλου ἐχόντων τὸ ζῆν καὶ τὸ εἶναι, συμπλακέντων δὲ πρὸς τὸ ἀόριστον καὶ τὴν ἑτερότητα τῆς ὕλης, αὐτὴ καθ’ ἑαυτήν ἐστιν ἄτρεπτος, ὡς κρείττων οὖσα κατ’ οὐσίαν τοῦ πάσχειν, ἀλλ’ οὐχ ὡς ἐν προαιρέσει τινὶ τῇ ῥεπούσῃ πρὸς ἀμφότερα τὸ ἀπαθές, οὐδ’ ὡς ἐν μετουσίᾳ ἕξεως ἢ δυνάμεως προσλαβοῦσα ἐπίκτητον τὸ ἄτρεπτον.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.10
Cite as
Iamblichus, De Mysteriis 1.10 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.10