Iamblichus, De Mysteriis 1.10 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.9 (part 3) · Iamblichus, De Mysteriis 1.10 (part 2) →
Iamblichus, De Mysteriis 1.10 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
μετὰ ταῦτα δὲ αὖθις ὑποτείνας σαυτῷ διαίρεσιν ἑτέραν· τῇ τοῦ ἐμπαθοῦς καὶ ἀπαθοῦς διαφορᾷ χωρίζεις τῶν κρειττόνων τὰς οὐσίας. ἐγὼ δὲ οὐδὲ ταύτην δέχομαι τὴν διαίρεσιν. οὐδ’· ὁτιοῦν γὰρ τῶν κρειττόνων γενῶν ἐστὶν ἐμπαθὲς οὐδ’ ἀπαθὲς οὕτως ὡς ἀντιδιαιρούμενον πρὸς τὸ παθητὸν οὐδ’ ὡς πε φυκὸς μὲν δέχεσθαι τὰ πάθη, δι’ ἀρετὴν δ’ αὐτῶν ἤ τινα ἄλλην κατάστασιν σπουδαίαν ἀπολελυμένον. ἀλλ’ ὅτι παντελῶς ἐξῄρηται τῆς ἐναντιώσεως τοῦ πάσχειν ἢ μὴ πάσχειν, καὶ ὅτε κατ’ οὐσίαν ἔχει τὴν ἄτρεπτον. στερεότητα, διὰ τοῦτο ἐν ὅλοις αὐτοῖς τίθεμαι τὸ ἀπαθὲς καὶ ἄτρεπτον. Ἴδε γὰρ εἰ βούλει τὸ ἔσχατον τῶν θείων, τὴν καθαρὰν τῶν σωμάτων ψυχήν· τί δεῖται αὕτη τῆς ἐν τῇ ἡδονῇ γενέσεως ἢ τῆς ἐν αὐτῇ εἰς φύσιν ἀποκαταστάσεως, ὑπερφυὴς οὖσα καὶ τὴν ἀγέννητον ζωὴν διαζῶσα; τί δὲ τῆς εἰς φθορὰν ἀγούσης λύπης καὶ διαλυούσης τὴν τοῦ σώματος ἁρμονίαν μετέχει, σώματος οὖσα παντὸς ἐκτὸς καὶ τῆς περὶ τὸ σῶμα μεριζομένης φύσεως, τῆς τε κατιούσης ἀπὸ τῆς ἐν τῇ ψυχῇ ἁρμονίας εἰς τὸ σῶμα παντάπασιν οὖσα χωριστή; ἀλλ’ οὐδὲ τῶν προηγουμένων τῆς αἰσθήσεως παθημάτων προσδεῖται, οὐδὲ γὰρ ὅλως ἐν σώματι κατέχεται, οὐδὲ περιειργομένη που δεῖται δι’ ὀργάνων σωματικῶν, ἑτέρων τινῶν σωμάτων ἑκτὸς ὄντων ἀντιλαμβάνεσθαι·
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.10
Cite as
Iamblichus, De Mysteriis 1.10 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.10