Iamblichus, De Mysteriis 1.9 (part 3)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.9 (part 2) · Iamblichus, De Mysteriis 1.10 (part 1) →
Iamblichus, De Mysteriis 1.9 (part 3) Ancient Greek
Iamblichus, De Mysteriis
εἰ γὰρ οὐδείς ἐστι λόγος οὐδὲ σχέσις συμμετρίας οὐδὲ οὐσίας τις κοινωνία οὐδὲ κατὰ δύναμιν ἤ τινα ἐνέργειαν συμπλοκὴ πρὸς τὸ διακοσμοῦν τοῦ διακοσμουμένου, ὣς τὸ μηδέν, ἵνα οὕτως εἴπω, κεῖται ἐν αὐτῷ οὔτε παρατάσεώς τινος κατὰ διάστασιν οὔιε τοπικῆς περιοχῆς οὔτε ἀποδιαλήψεως μεριστῆς οὔτε ἄλλης τοιαύτης ἐν τῇ παρουσίᾳ τῶν θεῶν ἐμφυομένης παρισώσεως. πρὸς μὲν γὰρ τὰ ὁμοφυῆ κατ’ οὐσίαν καὶ δύναμιν ἢ καὶ ὁμοειδῆ πως ὄντα ἢ καὶ ὁμογενῆ δύναταί τις περίληψις ἢ διακράτησις ἐπινοεῖσθαι, ὅσα δ’ ἔστιν ἐξῃρημένα τοῖς ὅλοις παντελῶς, τίς ἂν ἐπὶ τούτων ἀντιπερίστασις ἢ δι’ ὅλων διέξοδος ἢ μεριστὴ περιγραφὴ ἢ κατὰ τὸπον περιοχὴ ἤ τι τῶν τοιούτων ἐπινοηθείη ποτ’ ἂν ἐνδίκως; ἀλλ’ οἶμαι τὰ μετέχοντά ἐστιν ἕκαστα τοιαῦτα, ὡς τὰ μὲν αἰθερίως τὰ δὲ ἀερίως τὰ δὲ ἐνυδρίως αὐτῶν μετέχειν· ὃ δὴ κατιδοῦσα καὶ ἧ τῶν θείων ἔργων τέχνη χρῆται ταῖς οἰκειώσεσι καὶ κλήσεσι κατὰ τὴν τοιαύτην διαίρεσιν καὶ δὴ καὶ οἰκειότητα. Καὶ περὶ μὲν τῆς εἰς τὸν κόσμον διανομῆς τῶν κρειττόνων γενῶν τοσαῦτα εἰρήσθω,
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.9
Cite as
Iamblichus, De Mysteriis 1.9 (part 3) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.9