🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 1.9 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.9 (part 1) · Iamblichus, De Mysteriis 1.9 (part 3) →

Iamblichus, De Mysteriis 1.9 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
καὶ μὴν τό γε φῶς τὸ ὁρώμενον ἕν ἐστι συνεχές, πανταχοῦ τὸ αὐτὸ ὅλον, ὥστε μὴ οἷόν τε εἶναι χωρὶς ἀποτέμνεσθαί τι αὐτοῦ μόριον μηδὲ κύκλῳ περιλαβεῖν μηδὲ ἀποστῆσαί ποτε τοῦ παρέχοντος τὸ φῶς. Κατὰ τὰ αὐτὰ δὴ οὖν καὶ ὁ σύμπας κόσμος μεριστὸς ὢν παρὶ τὸ ἓν καὶ τὸ ἀμέριστον τῶν θεῶν φῶς διαιρεῖται. τὸ δ’ ἔστιν ἓν καὶ αὐτὸ πανταχοῦ ὅλως, ἀμερίστως τε πάρεστι πᾶσι τοῖς δυναμένοις αὐτοῦ μετέχειν, παντελεῖ τε δυνάμει πεπλήρωκε πάντα, καὶ ἀπείρῳ δή τινι τῇ κατὰ αἰτίαν ὑπεροχῇ συμπεραίνει τὰ ὅλα ἐν αὑτῷ, συνήνωταί τε πανταχοῦ πρὸς ἑαυτὸ καὶ τὰ τέλη ταῖς ἀρχαῖς συνάπτει· ὅπερ δὴ καὶ ὁ σύμπας μιμούμενος οὐρανὸς καὶ κόσμος τὴν ἐγκύκλιον περιφορὰν περιπολεῖ, συνήνωταί τε πρὸς ἑαυτόν, καὶ τὰ στοιχεῖα κατὰ κύκλον περιδινούμενα ποδηγεῖ, πάντα τε ἐν ἀλλήλοις ὄντα καὶ πρὸς ἄλληλα φερόμενα συνέχει, μέτροις τε τοῖς ἴσοις ἀφορίζει, καὶ πὰ πορρωτάτω διῳκισμένα καὶ τὰς τελευτὰς ταῖς ἀρχαῖς οἷον γῆν οὐρανῷ συγκεῖσθαι ποιεῖ, μίαν τε τὴν συνέχειαν καὶ ὁμολογίαν τῶν ὅλων πρὸς ὅλα ἀπεργάζεται. Τὸ δὴ τῶν θεῶν ἐμφανές τις ἄγαλμα καθορῶν οὕτως συνηνωμένον ἆρ’ οὐκ ἂν αἰδεσθείη περὶ θεῶν τῶν αἰτίων αὐτοῦ δόξαν ἔχων ἀλλοίαν, τομάς τε ἐν αὐτοῖς καὶ ἀποδιαλήψεις παρεισάγων, σωματοειδεῖς τι περιγραφάς; ἐγὼ μὲν οἴομαι πάνθ’ ὁντινοῦν οὑτωσὶ διατεθῆναι·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 1.9 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.9