🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 1.13 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.12 (part 2) · Iamblichus, De Mysteriis 1.13 (part 2) →

Iamblichus, De Mysteriis 1.13 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Καὶ δὴ καὶ αἱ τῆς μήνιδος ἐξιλάσεις ἔσονται σαφεῖς, ἐὰν τὴν μῆνιν τῶν θεῶν καταμάθωμεν. αὕτη τοίνυν οὐχ, ὡς δοκεῖ τισί, παλαιά τίς ἐστε καὶ ἔμμονος ὀργή, ἀλλὰ τῆς ἀγαθουργοῦ κηδεμονίας περὶ θεῶν ἀποστροφή, ἣν αὐτοὶ ἑαυτοὺς ἀποστρέψαντες, ὥσπερ ἐν μεσημβρίᾳ φωτὸς κατακαλυψάμενοi, σκότος ἑαυτοῖς ἐπηγάγομεν καὶ ἀπεστερήσαμεν ἑαυτοὺς τῆς τῶν θεῶν ἀγαθῆς δόσεως. δύναται οὖν ἡ ἐξίλασις ἡμᾶς ἐπιστρέψαι πρὸς τὴν κρείττονα μετουσίαν, καὶ τὴν ἀνεσταλμένην ἀφ’ ἡμῶν θείαν κηδεμονίαν εἰς κοινωνίαν προσαγαγεῖν, καὶ συνδῆσαι συμμέτρως τὰ μετεχόμενά τε καὶ μεταλαμβάνοντα πρὸς ἄλληλα. τοσοῦτον οὖν ἀφέστηκε τοῦ διὰ πάθους ἐπιτελεῖν τὸ ἑαυτῆς ἔργον, ὥστε καὶ ἡμᾶς ἀφίστησι τῆς ἐμπαθοῦς καὶ ταραχώδους ἀπὸ τῶν θεῶν ἀποστροφῆς. Αἱ δ’ ἐκθύσεις ὅ τι πάρεστι κακὸν ἐν τοῖς περὶ γῆν τόποις ἰατρεύουσι καὶ παρασκευάζουσιν, ὥστε μηδεμίαν τροπὴν ἢ πάθος τι περὶ ἡμᾶς γενέσθαι. εἴτε οὖν διὰ θεῶν εἴτε διὰ δαιμόνων ἡ τοιαύτη γένοιτο, βοηθοὺς ἐπικαλεῖ τε καὶ ἀλεξικάκους καὶ σωτῆρας τούτους, καὶ δι’ αὐτῶν ἀποδιοπομπεῖται πᾶσαν ἐπιοῦσαν ἀπὸ τῶν παθημάτων βλάβην. οἱ δὴ τὰς πληγὰς ἀποτρέποντες τὰς γενεσιουργοὺς καὶ φυσικὰς οὐκ ἔστιν ὅπως ποτὲ διὰ παθῶν αὐτὰς ἀπείργουσιν. εἴ τε νενόμικέ τις τὴν ἀπόληψιν τῆς προστασίας ἐπεισάγειν τινὰ αὐτόματον βλάβην, ἡ διὰ τῆς ἐκθύσεως πειθὼ τῶν κρειττόνων εἰς κηδεμονίαν ἀνακαλουμένη πάλιν αὐτῶν τὴν εὐμένειαν καὶ ἀποτρέπουσα τὴν στέρησιν παντελῶς ἂν εἴη καθαρὰ καὶ ἄτρεπτος.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 1.13 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.13