Iamblichus, De Mysteriis 1.13 (part 2)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.13 (part 1) · Iamblichus, De Mysteriis 1.15 (part 1) →
Iamblichus, De Mysteriis 1.13 (part 2) Ancient Greek
Iamblichus, De Mysteriis
Ἔτι τοίνυν αἱ λεγόμεναι θεῶν ἀνάγκαι τὸ ὅλον τοῦτο θεῶν ἴδιαι ἀνάγκαι καὶ ὡς ἐπὶ θεῶν γίγνονται. οὐκ ἄρα ὡς ἔξωθεν οὐδ’ ὡς κατὰ βίαν, ἀλλ’ ὡς τἀγαθὸν ὠφελεῖ ἐξ ἀνάγκης, οὕτως ἔχουσι τῷ πάντῃ οὑτωσὶ καὶ μηδαμῶς ἄλλως διακεῖσθαι. βουλήσει ἄρα ἀγαθοειδεῖ συγκέκραται αὕτη καὶ ἔρωτός ἐστι φίλη ἡ τοιαύτη ἀνάγκη, τάξει τε οἰκείᾳ θεῶν ἔχει τὸ ταὐτὸν καὶ ἄτρεπτον, καὶ ὅτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἑνὶ ὅρῳ συνέχεται, καὶ ἐμμένει τούτῳ καὶ οὐδέποτε ἐξίσταται. διὰ πάντα δὴ οὖν ταῦτα τὸ ἐναντίον συμβαίνει οὗ σὺ συνελογίσω. ἀκήλητον καὶ ἀπαθὲς καὶ ἀβίαστον συμβαίνει εἶναι τὸ θεῖον, εἴπερ ὄντως ἀληθεῖς εἰσὶν αἱ· τοιαίδε ἐν τῇ θεουργίᾳ δυνάμεις, οἵας ἡμεῖς ἀπεδείξαμεν.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.13
Cite as
Iamblichus, De Mysteriis 1.13 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.13