🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 1.18 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.17 (part 2) · Iamblichus, De Mysteriis 1.18 (part 2) →

Iamblichus, De Mysteriis 1.18 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
ἡ δ’ ἑξῆς ἐπιζήτησις ἡ σὴ διαπορεῖ, πῶς αὐτῶν οἱ μέν εἰσιν ἀγαθοποιοί, οἱ δὲ κακοποιοί. εἴληπται μὲν οὖν ἀπὸ τῶν γενεθλιαλόγων αὕτη ἡ δόξα, πάντη δὲ διαμαρτάνει τοῦ ὄντος. ἀγαθοί τε γάρ εἰσιν ἅπαντες καὶ ἀγαθῶν αἴτιοι ὡσαύτως πρὸς ἕν τι ἀγαθὸν ἀποβλέποντες ἑνοειδῶς περιάγονται κατὰ μόνον τὸ καλὸν καὶ ἀγαθόν. οὐ μὴν ἀλλὰ τά γε ὑποκείμενα· αὐτοῖς σώματα καὶ αὐτὰ ἀμηχάνους ὅσας ἔχει δυνάμεις, τὰς μὲν ἐν αὐτοῖς τοῖς θείοις σώμασι μονίμως ἑστώσας, τὰς δ’ ἀπ’ αὐτῶν προϊούσας εἰς τὴν φύσιν τοῦ κόσμου καὶ αὐτὸν τὸν κόσμον, δι’ ὅλης τε τῆς γενέσεως ἐν τάξει κατιούσας, καὶ μέχρι τῶν κατὰ μέρος διατεινούσας ἀκωλύτως. Περὶ μὲν οὖν τῶν μενουσῶν κατ’ οὐρανὸν ἐν τοῖς σώμασι τοῖς θείοις δυνάμεων οὐκ ἄν τις ἀμφισβητήσειεν ὥς εἰσιν ὅμοιαι πᾶσαι· λοιπὸν οὖν περὶ τῶν τῇδε καταπεμπομένων καὶ συμμιγνυμένων πρὸς τὴν γένεσιν διέλθωμεν. αὗται τοίνυν ἐπὶ μὲν σωτηρίᾳ τοῦ παντὸς διήκουσιν ὡσαύτως καὶ συνέχουσιν ὅλην τὴν γένεσιν κατὰ τὰ αὐτά. ἀπαθεῖς τέ εἰσι καὶ ἄτρεπτοι, καίτοι εἰς τὸ τρε πόμενον καὶ πάσχον καθήκουσιν. ἡ μέντοι γένεσις πολυειδὴς οὖσα καὶ ἐκ διαφερόντων συνισταμένῃ τῇ οἰκείᾳ μὲν ἐναντιώσει καὶ διαιρέσει μαχομένως καὶ μεριστῶς τὸ ἓν αὐτῶν καὶ ἀδιάφορον δέχεται· παθητικῶς δὲ χωρεῖ τὸ ἀπαθές, καὶ ὅλως κατὰ τὴν οἰκείαν φύσιν οὐ κατὰ τὴν ἐκείνων δύναμιν πέφυκεν αὐτῶν μετέχειν.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 1.18 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.18