🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 1.18 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.18 (part 1) · Iamblichus, De Mysteriis 1.18 (part 3) →

Iamblichus, De Mysteriis 1.18 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
ὥσπερ οὖν τὸ γιγνόμενον τοῦ ὄντος γεννητῶς καὶ τὸ σῶμα τοῦ ἀσωμάτου σωματοειδῶς μεταλαμβάνει, οὕτω καὶ τὰ ἐν τῇ γενέσει φυσικὰ καὶ ἔνυλα τῶν ἀύλων καὶ ὑπὲρ τὴν φύσιν καὶ γένεσιν αἰθερίων σωμάτων ἀτάκτως καὶ πλημμελῶς ἔστιν ὅπου μεταλαμβάνει. ἄτοποι οὖν οἵ τε χρῶμᾳ καὶ σχῆμα καὶ ἁφὴν τοῖς νοητοῖς εἴδεσι προστιθέντες, διότι τὰ μεταλαμβάνοντα αὐτῶν εἰσὶ τοιαῦτα, καὶ οἱ τοῖς οὐρανίοις σώμασι κακίαν ἀνατεθέντες, διότι τὰ μετέχοντα αὐτῶν φύεται ἐνίοτε κακά. τὴν ἀρχὴν γὰρ οὐδ’ ἂν ἦν μετοχὴ τὸ τοιοῦτον, εἰ μή τι καὶ παραλλάττον εἶχε τὸ μεταλαμβάνον. εἰ δ’ ὡς ἐν ἑτέρῳ καὶ διαφέροντι δέχεται τὸ μετεχόμενον, τοῦτο δήπου τὸ ὡς ἄλλο καὶ ἐν τοῖς περιγείοις ἐστὶ τὸ κακὸν καὶ ἄτακτον. Ἥ τε οὖν μετάληψις αἰτία γίνεται τῆς ἐν τοῖς δευτέρος πολλῆς ἑτερότητος καὶ ἡ σύμμιξις τῶν ὑλικῶν πρὸς τὰς ἀύλους ἀπορροίας, καὶ ἔτι τὸ ἑτέρως διδόμενον ἑτέρως αὐτὰ τὰ τῇδε ὑποδέχεσθαι. οἷον ἡ τοῦ Κρόνου ἀπόρροιά ἐστι συνεκτική, ἡ δὲ τοῦ Ἄρεος κινητική· πλὴν ἔν γε τοῖς ἐνύλοις ἡ παθητικὴ γενεσιουργὸς ὑποδοχὴ τὴν μὲν κατὰ πῆξιν καὶ ψυχρότητα ἐδέξατο, τὴν δὲ κατὰ φλόγωσιν ὑπερβάλλουσαν τὸ μέτριον. οὐκοῦν τὸ φθοροποιὸν καὶ ἀσύμμετρον διὰ τὴν τῶν ὑποδεχομένων ἑτεροποιὸν καὶ ὑλικὴν καὶ παθητικὴν παραπροπὴν ἀπήντησεν; ἔτι τοίνυν ἡ ἀσθένεια τῶν ἐνύλων καὶ περιγείων τόπων τὴν ἀκραιφνῆ δύναμιν καὶ καθαρωτάτην ζωὴν τῶν αἰθερίων μὴ χωροῦσα τὸ ἑαυτῆς πάθημα μεταφέρει ἐπὶ τὰ πρῶτα αἴτια·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 1.18 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.18