🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 1.18 (part 3)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.18 (part 2) · Iamblichus, De Mysteriis 1.19 (part 1) →

Iamblichus, De Mysteriis 1.18 (part 3) Ancient Greek Iamblichus, De Mysteriis
οἷον εἴ τις κάμνων τῷ σώματι καὶ μὴ δυνάμενος φέρειν τὴν ἡλίου ζωοποιὸν θερμότητα ἐτόλμα ψευδόμενος ἀπὸ τῶν οἰκείων παθῶν εἰπεῖν, ὡς οὐ λυσιτελής ἐστιν ὁ ἥλιος πρὸς ὑγίειαν ἢ ζωήν. Γένοιτο δ’ ἄν τι καὶ τὸ τοιοῦτον ἐν τῇ τοῦ παντὸς ἁρμονίᾳ καὶ κράσει, ὡς τὰ αὐτὰ τῷ μὲν ὅλῳ καὶ παντὶ σωτήρια εἶναι διὰ τὴν τελειότητα τῶν τε ἐνόντων καὶ οἷς ἔνεστι, τοῖς δὲ μέρεσι βλαβερὰ διὰ τὴν μεριστὴν ἀσυμμετρίαν. καὶ ἐν τῇ τοῦ παντὸς οὖν κινήσει πᾶσαι μὲν αἱ περιφοραὶ τὸν πάντα κόσμον ὡσαύτως διαφυλάττουσιν, ἓν δέ τι τῶν ἐν μέρει πολλάκις θλίβεται ὑπ’ ἄλλου μέρους, ὅπερ καὶ ἐν ὀρχήσει περιφανῶς ὁρῶμεν γιγνόμενον. Πάλιν δὴ οὖν τὸ φθειρόμενον καὶ μεταβαλλόμενον πάθημα σύμφυτον γίνεται τῶν κατὰ μέρος, καὶ οὐ δεῖ οὐδὲ τοῦτο τοῖς ὅλοις καὶ πρώτοις αἰτίοις ἀνατιθέναι ἢ ὡς ἐν αὐτοῖς ὂν ἢ ὡς ἀπ’ αὐτῶν εἰς τὰ τῇδε καθῆκον· διὰ δὴ τοσούτων ἀποδέδεικται, ὡς οὔτε αὐτοὶ οἱ ἐν οὐρανῷ θεοὶ οὔτε αἱ δόσεις αὐτῶν εἰσὶ κακοποιοί.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 1.18 (part 3) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.18