🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 1.19 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.19 (part 1) · Iamblichus, De Mysteriis 1.19 (part 3) →

Iamblichus, De Mysteriis 1.19 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
οὐ μὴν ἀλλὰ καὶ αὐτὴ ἡ ἄυλος οὐσία καὶ ἀσώματος οὔτε τόποις οὔτε ὑποκειμένοις διισταμένη οὔτε μερῶν μερισταῖς διωρισμένη περιγραφαῖς εὐθὺς συνέρχεται καὶ συμφύεται εἰς ταὐτότητα, ἥ τε ἀφ’ ἑνὸς πρόοδος καὶ εἰς ἓν τῶν ὅλων ἀναγωγὴ καὶ τοῦ ἑνὸς πάντη ἐπικράτεια συνάγει τὴν κοινωνίαν τῶν ἐν τῷ κόσμῳ θεῶν πρὸς τοὺς ἐν τῷ νοητῷ προϋπάρχοντας. Ἔτι δὲ ἡ τῶν δευτέρων πρὸς τὰ πρῶτα νοερὰ ἐπιστροφὴ καὶ ἀπὸ τῶν προτέρων εἰς τοὺς δευτέρους θεοὺς δόσις τῆς αὐτῆς οὐσίας καὶ δυνάμεως συνέχει τὴν εἰς ἓν αὐτῶν σύνοδον ἀδιάλυτον. ἐπὶ μὲν τῶν ἑτερουσιῶν οἷον ψυχῆς καὶ σώματος, καὶ τῶν ἀνομοειδῶν ὥσπερ τῶν ἐνύλων εἰδῶν καὶ τῶν ἄλλως ὁπωσοῦν κεχωρισμένων, ἡ συμφυὴς ἕνωσις ἐπίκτητός τε παραγίνεται ἀπὸ τῶν ἄνωθεν καὶ ἀποβλητὴ κατὰ χρόνων περιόδους ὡρισμένας· ὅσῳ δ’ ἂν ἀνίωμεν ἐπὶ τὸ ὕψος καὶ τὴν ταὐτότητα τῶν πρώτων κατὰ τὸ εἶδός τε καὶ τὴν οὐσίαν, .ἀπό τε τῶν μερῶν ἐπὶ τὰ ὅλα ἀναγάγωμεν ἑαυτούς, τοσούτῳ πλέον τὴν ἕνωσιν τὴν ἀίδιον ὑπάρχουσαν εὑρίσκομεν, προηγουμένην τε αὐτὴν καὶ κυριωτέραν θεωροῦμεν καὶ περὶ ἑαυτὴν καὶ ἐν ἑαυτῇ ἔχουσαν τὴν ἑτερότητα καὶ τὸ πλῆθος. Ἐπεὶ δέ γε τῶν θεῶν ἐν τῇ ἑνώσει πάντων ἐστὶν ἡ τάξις, τά τε πρῶτα καὶ δεύτερα αὐτῶν γένη καὶ τὰ περὶ αὐτὰ φυόμενα πολλὰ ἐν ἑνὶ τὰ ὅλα συνυφέστηκε, τότε πᾶν ἐν αὐτοῖς ἐστὶ τὸ ἕν, ἀρχή τε καὶ μέσα καὶ τέλη κατ’ αὐτὸ τὸ ἓν συνυπάρχει· ὥστ’ ἐπί γε τούτων οὐδὲ χρὴ ζητεῖν πόθεν τὸ ἓν ἅπασιν ἐφήκει·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 1.19 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.19