🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 1.19 (part 3)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.19 (part 2) · Iamblichus, De Mysteriis 1.20 (part 1) →

Iamblichus, De Mysteriis 1.19 (part 3) Ancient Greek Iamblichus, De Mysteriis
αὐτὸ γὰρ ὅ τι ποτέ ἐστιν ἐν αὐτοῖς τὸ εἶναι, τοῦτο αὐτῶν ὑπάρχει τὸ ἕν· καὶ τὰ μὲν δεύτερα μένει κατὰ τὰ αὐτὰ ἐν τῷ ἑνὶ τῶν πρώτων, τὰ δὲ πρῶτα δίδωσι τοῖς δευτέροις τὴν ἀφ’ ἑαυτῶν ἕνωσιν, πάντα δὲ ἐν ἀλλήλοις κοινωνίαν ἔχει τῆς ἀδιαλύτου συμπλοκῆς. Ἀπὸ δὴ ταύτης τῆς αἰτίας καὶ τοῖς αἰσθητοῖς θεοῖς σώματα ἔχουσιν οἱ παντελῶς ἀσώματοι θεοὶ συνήνωνται. οἵ τε γὰρ ἐμφανεῖς θεοὶ σωμάτων εἰσὶν ἔξω, καὶ διὰ τοῦτό εἰσιν ἐν τῷ νοητῷ, καὶ οἱ νοητοὶ διὰ τὴν ἄπειρον αὐτῶν ἕνωσιν περιέχουσιν ἐν ἑαυτοῖς τοὺς ἐμφανεῖς, ἀμφότεροί τε κατὰ κοινὴν ἕνωσιν καὶ μίαν ἐνέργειαν ἵστανται. ὡσαύτως καὶ τοῦτο τῆς τῶν θεῶν αἰτίας καὶ διακοσμήσεώς ἐστιν ἐξαίρετον, διόπερ ἄνωθεν μέχρι τοῦ τέλους τῆς θείας τάξεως ἡ αὐτὴ διήκει πάντων ἕνωσις. εἰ δὴ τοῦτο ἄξιον ἀμφισβητεῖν, τοὐναντίον γὰρ ἂν ᾖ θαυμαστόν, εἰ μὴ οὕτως εἶχε. Καὶ περὶ μὲν τῆς συναφῆς τῶν αἰσθητῶν θεῶν ἱδρυμένων πρὸς τοὺς νοητοὺς θεοὺς τοσαῦτα εἰρήσθω·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 1.19 (part 3) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.19