Iamblichus, De Mysteriis 1.20 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.19 (part 3) · Iamblichus, De Mysteriis 1.20 (part 2) →
Iamblichus, De Mysteriis 1.20 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
τὸ δὲ μετὰ τοῦτο τὰς αὐτὰς ἐρωτήσεις ἐπαναλαμβάνεις αὖθις, περὶ· ὦν ἤρκει μὲν τὰ προειρημένα ἀρτίως εἰς διάλυσιν ὧν ἐπεζήτησας. ἀλλ’ ἐπεὶ δεῖ τὰ καλά, ὥς φασι, πολλάκς λέγειν τε καὶ ἐπισκοπεῖν, οὐδὲ ἡμεῖς ὑπερβησόμεθα ταῦτα ὡς ἤδη τετυχηκότες ἱκανῆς ἀποκρίσεως τρίβοντες δὲ αὐτὰ πολλάκις διὰ τῶν λόγων τάχα ἂν ἐξ ἀπάντων τέλειόν τι καὶ μέγα ἀγαθὸν εἰς ἐπιστήμην κτησαίμεθα. ἀπορεῖς γὰρ δὴ τί τὸ διακρῖνόν ἐστι τοὺς δαίμονας ἀπό τε τῶν ἐμφανῶν καὶ τῶν ἀφανῶν θεῶν, συνημμένων δὲ τῶν ἐμφανῶν θεῶν τοῖς ἀφανέσιν. ἐγὼ δ’ ἀπ’ αὐτοῦ τοῦδε πρώτου ἀρχόμενος τὸ διάφορον αὐτῶν παραδεικνύω. διότι γὰρ οἱ μέν εἰσιν συνημμένοι πρὸς τοὺς νοητοὺς θεοὺς καὶ αὐτὴν τὴν ἰδέαν πρὸς αὐτοὺς ἔχοντες, οἱ δὲ πόρρωθεν αὐτῶν ἀφεστηκότες κατὰ τὴν οὐσίαν καὶ μόλις δι’ ὁμοιότητος αὐτοῖς ἀπεικαζόμενοι, διὰ τοῦτο δὴ κεχωρισμένοι τῶν ἐμφανῶν θεῶν εἰσὶ δαίμονες. τῶν δ’ ἀφανῶν θεῶν διεστήκασι κατ’ αὐτὴν τὴν τοῦ ἀφανοῦς διαφοράν· οἱ μὲν γὰρ δαίμονες ἀόρατοί τέ εἰσι καὶ οὐδαμῶς αἰσθήσει περιληπτοί, οἱ δὲ καὶ λόγου γνώσεως καὶ νοήσεως ἐνύλου προέχουσι· καὶ διότι τούτοις εἰσὶν ἄγνωστοι καὶ ἀφανεῖς, οὕτως ἐπονομάζονται πολὺ διαφερόντως ἢ ὡς ἐπὶ τῶν δαιμόνων λέγεται τὸ ἀφανές· τί οὖν; τῶν ἐμφανῶν θεῶν ἀφανεῖς ὄντες ἔχουσι κρεῖττον καθ’ ὅσον εἰσὶν ἀφανεῖς; οὐ μὲν οὖν· τὸ γὰρ θεῖον ὅπου ποτ’ ἂν ᾖ καὶ ἥντινα ἂν ἔχῃ λῆξιν, τὴν αὐτὴν ἔχει δύναμιν καὶ ἐπικράτειαν τῶν ὑποτεταγμένων ὅλων.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.20
Cite as
Iamblichus, De Mysteriis 1.20 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.20