Iamblichus, De Mysteriis 1.20 (part 2)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.20 (part 1) · Iamblichus, De Mysteriis 1.20 (part 3) →
Iamblichus, De Mysteriis 1.20 (part 2) Ancient Greek
Iamblichus, De Mysteriis
οὐκοῦν κἂν ἐμφανὲς ᾖ, τῶν ἀφανῶν ὡσαύτως ἐπάρχει δαιμόνων, κἂν παρὰ γῆν ὑπάρχῃ τῶν ἀερίων βασιλεύει δαιμόνων. οὐ γὰρ ὁ τόπος. ὁ δεχόμενος οὐδ’ ἡ τοῦ κόσμου μερὶς ποιεῖ τινὰ μεταβολὴν εἰς τὴν τῶν θεῶν ἀρχήν· μένει δὲ ἡ αὐτὴ πανταχοῦ τῶν θεῶν ὅλη ἡ οὐσία ἀδιαίρετός τε καὶ ἀναλλοίωτος, ἣν σέβει πάντα ὁμοίως τὰ ὑποδεέστερα τῇ κατὰ φύσιν τάξει. Ἀπὸ δὲ τῆς αὐτῆς ἀφορμῆς ἐπιόντες καὶ ἄλλην εὑρίσκομεν αὐτῶν διαφοράν· οἱ μὲν γὰρ ἐμφανεῖς τε καὶ ἀφανεῖς θεοὶ τὴν ὅλην ἐν ἑαυτοῖς συνειλήφασι κυβέρνησιν τῶν ὄντων κατὰ πάντα τε τὸν οὐρανὸν καὶ κόσμον καὶ κατὰ τὰς ἀφανεῖς ἐν τῷ παντὶ δυνάμεις ὅλας· οἱ δὲ τὴν δαιμονίαν ἐπιστασίαν διαλαχόντες, μοίρας τινὰς μεριστὰς τοῦ κόσμου κατατεινάμενοι, ταύτας κατευθύνουσιν, ἔχουσί τε καὶ αὐτοὶ μεριστὸν τὸ τῆς οὐσίας εἶδος καὶ δυνάμεως. καὶ ἔτι συμφυεῖς πώς εἰσι καὶ ἀχώριστοι τῶν ὕφ’ ἑαυτῶν διοικουμένων· οἱ δὲ θεοὶ κἂν σωμάτων ἐπιβαίνωσι, παντελῶς εἰσὶν ἀπ’ αὐτῶν κεχωρισμένοι. οὐ τὸ τῶν σωμάτων οὖν ἐπιμελεῖσθαι φέρει τινὰ ἐλάττωσιν οἷς ὑπηρετεῖ τὸ σῶμα, καὶ συνέχεται ὑπὸ τοῦ κρείττονος καὶ ἐπέστραπται πρὸς αὐτὸ καὶ οὐδὲν ἐμπόδιον αὐτῷ παρέχει· ἀλλὰ τὸ τῇ γενεσιουργῷ φύσει προσκεῖσθαι καὶ μερίζε σθαι παρ’ αὐτὴν ἐξ ἀνάγκης καταδεεστέραν μοῖραν δίδωσι τοῖς δαίμοσιν·
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.20
Cite as
Iamblichus, De Mysteriis 1.20 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.20