Iamblichus, De Mysteriis 1.4 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.3 (part 2) · Iamblichus, De Mysteriis 1.4 (part 2) →
Iamblichus, De Mysteriis 1.4 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
ἃ δ’ ἐπιζητεῖς ἰδιώματα τίνα ἐστὶν ἑκάστῳ τῶν κρειττόνων γενῶν, οἷς κεχώρισται ἀπ’ ἀλλήλων, εἰ μὲν ὡς εἰδοποιοὺς διαφορὰς ὑπὸ ταυτὸ γένος ἀντιδιαιρουμένας νοεῖς σὺ τὰ ἰδιώματα, ὥσπερ ὑπὸ τὸ ζῶον τὸ λογικὸν καὶ ἄλογον, οὐδέποτε παραδεχόμεθα τὰ τοιαῦτα ἐπὶ τῶν μήτε κοινωνίαν οὐσίας μίαν μήτε ἐξισάζουσαν ἐχόντων ἀντιδιαίρεσιν, μήτε σύνθεσιν τὴν ἐξ ἀορίστου τοῦ κοινοῦ καὶ ὁρίζοντος τοῦ ἰδίου προσλαμβανόντων. εἰ δὲ ὡς ἐν προτέροις καὶ δευτέροις κατ’ οὐσίαν τε ὅλην καὶ παντὶ τῷ γένει ἐξαλλαττομένοις ἁπλῆν τινα κατάστασιν πεπερασμένην ἐν ἑαυτῇ τὴν ἰδιότητα ὑπολαμβάνεις, ἔχει μὲν λόγον ἡ ἔννοια τῶν ἰδιωμάτων· χωριστὰ γὰρ ἔσται δήπου ταῦτα καὶ ἁπλᾶ ἕκαστα ἐξῃρημένα τῷ παντὶ τὰ τῶν ἀεὶ ὑπαρχόντων ἰδιώματα. ἡ δ’ ἐρώτησις ἀτελῶς πρόεισιν· ἔδει μὲν γὰρ κατ’ οὐσίαν πρῶτον ἔπειτα κατὰ δύναμεν εἶθ’ οὕτω κατ’ ἐνέργειαν πυνθάνεσθαι, τίνα αὐτῶν ὑπάρχει τὰ ἰδιώματα· ὡς δὲ νῦν ἠρώτησας τίσιν ἰδιώμασιν κεχώρισται, ἰδιώματα ἐνεργεῶν μόνον εἴρηκας· ἐπὶ τῶν τελευταίων ἄρα τὸ διάφορον ἐν αὐτοῖς ἐπιζητεῖς, τὰ δὲ πρώτιστα αὐτῶν καὶ τιμιώτατα ὡσπερεὶ στοιχεῖα τῆς παραλλαγῆς ἀφῆκας ἀδιερεύνητα. Πρόσκειται δὲ δὴ αὐτόθι καὶ τὸ τῶν δραστικῶν ἢ παθητικῶν κινήσεων, ἥκιστα προσήκουσαν ἔχον διαίρεσιν εἰς διαφορὰν τῶν κρειττόνων γενῶν. οὐδενὶ γὰρ αὐτῶν ἡ τοῦ δρᾷν καὶ πάσχειν ἔνεστιν ἐναντίωσις, ἀπόλυτοι δέ τινες αὐτῶν καὶ ἄτρεπτοι καὶ ἄνευ τῆς πρὸς τὸ ἀντικείμενον σχέσεως θεωροῦνται αἱ ἐνέργειαι·
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.4
Cite as
Iamblichus, De Mysteriis 1.4 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.4