🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 1.4 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.4 (part 1) · Iamblichus, De Mysteriis 1.4 (part 3) →

Iamblichus, De Mysteriis 1.4 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
ὅθεν οὐδὲ τὰς τοιαύτας κινήσεις τὰς ἐκ ποιοῦντος καὶ πάσχοντος ἐπ’ αὐτῶν παραδεχόμεθα. οὐδὲ γὰρ ἐπὶ τῆς ψυχῆς τὴν ἀπὸ τοῦ κινοῦντος καὶ κινουμένου προσιέμεθα αὐτοκινησίαν, ἁπλῆν δέ τινα κίνησιν οὐσιώδη αὐτὴν ἑαυτῆς οὖσαν, καὶ οὐ πρὸς ἕτερον ἔχουσαν σχέσιν, ἐξῃρημένην τοῦ ποιεῖν εἰς ἑαυτὴν καὶ πάσχειν ὑφ’ ἑαυτῆς ὑποτιθέμεθα αὐτὴν εἶναι. ἤ που ἄρα ἐπὶ τῶν κρειττόνων τῆς ψυχῆς γενῶν ἀνάσχοιτο ἄν τις αὐτῶν κατὰ τὰς ποιητικὰς ἢ παθητικὰς κινήσεις διακρίνειν τὰς ἰδιότητας; Ἔτι τοίνυν ἀλλοτρίως αὐτῶν κᾀκεῖνο τὸ « ἢ τῶν παρεπομένων» προστίθεται. ἐπὶ μὲν γὰρ τῶν συνθέτων καὶ τῶν μεθ’ ἑτέρων ἢ ἐν ἄλλοις ὄντων καὶ τῶν περιεχομένων ὑφ’ ἑτέροις τὰ μὲν ὡς προηγούμενα τὰ δ’ ὡς ἑπόμενα νοεῖται, καὶ τὰ μὲν ὡς ὄντα τὰ δ’ ὡς ἐπισυμβαίνοντα ταῖς οὐσίαις· σύνταξις γάρ τις αὐτῶν συνίσταται, ἀνοικειότης τε μεταξὺ παρεμπίπτει καὶ διάστασις· ἐπὶ δὲ τῶν κρειττόνων πάντα ἐν τῷ εἶναι νοεῖται, καὶ τὰ ὅλα προηγουμένως ὑπάρχει, χωριστά τε ἐστὶ καθ’ αὑτὰ καὶ οὐκ ἀφ’ ἑτέρων ἢ ἐν ἄλλοις ἔχοντα τὴν ὑπόστασιν. ὥς τε οὐδέν ἐστιν ἐπ’ αὐτῶν παρεπόμενον, οὐκ οὖν οὐδ’ ἀπὸ τούτων χαρακτηρίζεται αὐτῶν ἡ ἰδιότης. Καὶ δεῖ ἐπὶ τῷ τέλει τῆς ἐρωτήσεως συμφέρειν τὴν κατὰ φύσιν διάκρισιν· τὸ μὲν γὰρ ἐρώτημα ἐπιζητεῖ, πῶς ταῖς ἐνεργείαις καὶ ταῖς φυσικαῖς κινήσεσι καὶ τοῖς παρεπομένοις αἱ οὐσίαι γνωρίζονται. τὸ δὲ πᾶν τοὐναντίον ὑπάρχει·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 1.4 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.4