🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 1.4 (part 3)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.4 (part 2) · Iamblichus, De Mysteriis 1.5 (part 1) →

Iamblichus, De Mysteriis 1.4 (part 3) Ancient Greek Iamblichus, De Mysteriis
εἰ μὲν γὰρ ἦσαν αἱ ἐνέργειαι καὶ κινήσεις ὑποστατικαὶ τῶν οὐσιῶν, αὐταὶ καὶ τῆς διαφορότητος ἂν αὐτῶν ἦσαν κύριαι, εἰ δ’ αἱ οὐσίαι γεννῶσι τὰς ἐνεργείας, αὐταὶ πρότερον οὖσαι χωρισταὶ παρέχουσι καὶ ταῖς κινήσεσι καὶ ἐνεργείαις καὶ τοῖς παρεπομένοις τὸ διίστασθαι· καὶ τοῦτο δὴ οὖν εἰς τὴν θήραν τῆς νυνὶ ζητουμένης ἰδιότητος ὑπεναντίως ἔχει. Τὸ δ’ ὅλον, πότερον ἓν γένος ἡγούμενος θεῶν, καὶ δαιμόνων ἕν, καὶ ἡρώων ὡσαύτως, καὶ ψυχῶν τῶν καθ’ αὑτὰς ἀσωμάτων, ἀπαιτεῖς αὐτῶν τὴν κατὰ τὰ ἰδιώματα διάκρισιν, ἢ πολλὰ ἕκαστα τιθέμενος. εἰ μὲν γὰρ ἓν ἕκαστον ὑπολαμβάνεις, συγχεῖται πᾶσα τῆς ἐπιστημονικῆς θεολογίας ἡ διάταξις, εἰ δ’ ὥσπερ ἐστὶν ἐμπλησθῆναι, τοῖς γένεσιν ἀφώρισται, καὶ οὐκ ἔστιν ἐπ’ αὐτοῖς εἷς οὐσιώδης κοινὸς λόγος, ἀλλὰ τὰ πρότερον αὐτῶν ἀπὸ τῶν καταδεεστέρων ἐξῄρηται, οὔτε οἷόν τε κοινὰ αὐτῶν ἐξευρεῖν πέρατα· ἐάν τε καὶ ᾖ δυνατόν, αὐτὸ δὲ τοῦτο τὰ ἰδιώματα αὐτῶν ἀναιρεῖ· ταύτῃ μὲν οὖν οὐκ ἄν τις εὕροι τὸ ἐπιζητούμενον· τὴν δὲ ἀνὰ τὸν αὐτὸν λόγον ταυτότητα ἐπὶ τῶν ἀναφερόντων λογιζόμενος, οἷον ἐπὶ τῶν πολλῶν ἐν τοῖς θεοῖς γενῶν, καὶ αὖθις ἐπὶ τῶν ἐν τοῖς δαίμοσι καὶ ἥρωσι, καὶ τὸ τελευταῖον ἐπὶ τῶν ψυχῶν, δύναιτο ἄν τις αὐτῶν ἀφορίζεσθαι τὴν ἰδιότητα. Τίς μὲν οὖν ὀρθότης ἦν τῆς παρούσης ἐρωτήσεως καὶ διορισμὸς αὐτῆς, πῶς ἀδύνατος καὶ πῶς δυνατὴ γενέσθαι, διὰ τοῦτο ἡμῖν παραδεδείχθω·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 1.4 (part 3) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.4