🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 1.5 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.5 (part 1) · Iamblichus, De Mysteriis 1.5 (part 3) →

Iamblichus, De Mysteriis 1.5 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
τῆς δὲ τῶν θεῶν ἐξηρτημένην τὴν τῶν δαιμόνων μακρῷ δή τινι καταδεεστέραν αὐτῆς, συνακολουθοῦσαν, ἅτε δὴ ἀ πρωτουργὸν οὖσαν, ὑπηρετικὴν δέ τινα τῆς ἀγαθῆς βουλήσεως τῶν θεῶν συνεπομένην, ἐκφαίνουσαν εἰς ἔργον τὸ ἀφανὲς αὐτῶν ἀγαθόν, ἀπεικαζομένην τε πρὸς αὐτό, καὶ τὰ δημιουργήματα ἐπιτελοῦσαν πρὸς τὸ αὐτὸ ἀφομοιούμενα, τό τε γὰρ ἄρρητον αὐτοῦ ῥητὸν καὶ τὸ ἀνείδεον ἐν εἴδεσι διαλάμπουσαν, καὶ τὸ ὑπὲρ πάντα λόγον αὐτοῦ εἰς λόγους φανεροὺς προσάγουσαν, καὶ δεχομένην μὲν ἤδη τῶν καλλῶν τὴν μετουσίαν συμπεφυκυῖαν, παρέχουσαν δ’ αὐτὴν ἀφθόνως τοῖς μεθ’ ἑαυτὴν γένεσι καὶ διαπορθμεύουσαν. Ταῦτα δὲ οὖν τὰ γένη μέσα συμπληροῦνται τὸν κοινὸν σύνδεσμον θεῶν τε καὶ ψυχῶν, καὶ ἀδιάλυτον αὐτῶν τὴν συμπλοκὴν ἀπεργάζεται, μίαν τε συνέχειαν ἄνωθεν μέχρι τοῦ τέλους συνδεῖ, καὶ ποιεῖ τῶν ὅλων τὴν κοινωνίαν εἶναι ἀδιαίρετον, κρᾶσιν τε ἀρίστην καὶ σύμμιξιν τοῖς ὅλοις ἔχειν σύμμετρον, πρόοδόν τε ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ ἐλάττονα καὶ ἀναγωγὴν ἀπὸ τῶν ὑποδεεστέρων ἐπὶ τὰ πρότερα, ἀναβιβάζει πως ἐξ ἴσου τάξιν τε καὶ μέτρα τῆς κατιούσης μεταδόσεως ἀπὸ τῶν ἀμεινόνων, καὶ τῆς ἐγγιγνομένης ὑποδοχῆς ἐν τοῖς ἀτελεστέροις, ἐντίθησι καὶ ποιεῖ πάντα πᾶσι προσήγορα καὶ συναρμόζοντα, ἄνωθεν τὰς τούτων ὅλων αἰτίας ἀπὸ τῶν θεῶν παραδεχόμενα.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 1.5 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.5