Iamblichus, De Mysteriis 1.5 (part 3)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.5 (part 2) · Iamblichus, De Mysteriis 1.6 (part 1) →
Iamblichus, De Mysteriis 1.5 (part 3) Ancient Greek
Iamblichus, De Mysteriis
Ταύτην δὴ οὖν τὴν διαίρεσιν μὴ νομίσῃς ἰδίαν εἶναι δυνάμεων ἢ ἐνεργειῶν ἢ οὐσίας, μηδὲ χωρὶς διαλαβὼν ἐφ’ ἑνὸς αὐτῶν ἐπισκόπει, κοινῇ δὲ κατὰ πάντων αὐτὴν διατείνας τούτων, τὸ τέλεον ἀποδώσεις τῇ ἀποκρίσει περὶ ὧν ἐπεζήτησας θείων τε καὶ δαιμονίων καὶ ἡρωικῶν καὶ τῶν ἐν ταῖς ψυχαῖς ἰδιωμάτων. Κατ’ ἄλλην δὲ αὖθις ἀφορμὴν τὸ μὲν ἡνωμένον πᾶν, ὅσον ἂν ᾖ καὶ ὁποῖον καὶ τὸ μονίμως ἱδρυμένον ἐν· ἑαυτῷ, τό τε τῶν ἀμερίστων οὐσιῶν αἴτιον τὸ ἀκίνητον, οὕτω νοούμενον ὡς αἴτιον εἶναι πάσης κινήσεως, τό τε ὑπερέχον τῶν ὅλων καὶ μηδ’ ὁτιοῦν ἔχον κοινὸν πρὸς αὐτά, καὶ δὴ καὶ τὸ ἄμικτον καὶ χωριστὸν ἐν τῷ εἶναί τε καὶ δύνασθαι καὶ ἐνεργεῖν κοινῶς νοούμενον, πάντα δὲ τὰ τοιαῦτα τοῖς θεοῖς ἀνατιθέναι ἄξιον. τὸ δ’ εἰς πλῆθος ἤδη διακρινόμενον καὶ δυνάμενον ἑαυτὸ διδόναι ἄλλοις, δεχόμενόν τε ἀφ’ ἑτέρων τὸ πέρας ἐν ἑαυτῷ, καὶ ἰκανὸν μὲν ἐν ταῖς διανομαῖς ὄν τῶν μεριστῶν, ὥστε καὶ ταῦτα ἀποπληροῦν, κινήσεως δὲ πρωτουργοῦ καὶ ζωοποιοῦ μέτοχον, κοινωνίαν τε ἔχον πρὸς ὅλα τὰ ὄντα καὶ τὰ γιγνόμενα, σύμμιξίν τε ἀπὸ πάντων παραλαμβάνον, καὶ σύγκρασιν ἀφ’ ἑαυτοῦ ἐπὶ πάντα παρεχόμενον, καὶ ταῦτα δι’ ὅλων τῶν ἐν ἑαυτῷ δυνάμεών τε καὶ οὐσιῶν καὶ ἐνεργειῶν διατεῖνον τὰ ἰδιώματα, τοῦτο δὴ πᾶν ἔμφυτον ταῖς ψυχαῖς ἀποδῶμεν ἀληθῆ λέγοντες.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.5
Cite as
Iamblichus, De Mysteriis 1.5 (part 3) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.5