🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 1.6 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.5 (part 3) · Iamblichus, De Mysteriis 1.6 (part 2) →

Iamblichus, De Mysteriis 1.6 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Τί οὖν δὴ περὶ τῶν μέσων ἐροῦμεν; ἡγοῦμαι μὲν αὐτὰ εἶναι κατάδηλα πᾶσιν ἀπὸ τῶν προειρημένων· συμπληροῖ γὰρ καὶ ταῦτα τῶν ἄκρων τὴν ἀλληλουχίαν ἀδιαίρετον· οὐ μὴν ἀλλὰ δεῖ καὶ ἐπεξελθεῖν τῷ λόγῳ. τίθεμαι δὴ οὖν τὸ μὲν δαιμόνιον φῦλον ἐν τῷ ἑνὶ πληθυόμενον καὶ συμμιγνύμενον ἀμιγῶς, καὶ τἄλλα πάντα τὰ καταδεέστερα κατὰ τὴν τοῦ βελτίονος ἰδέαν προσειληφός, τὸ δ’ αὖ τῶν ἡρώων προστησάμενον μὲν προχειρότερον τὴν διαίρεσιν λέγω καὶ τὸ πλῆθος, τήν τε κίνησιν καὶ τὴν σύμμιξεν καὶ τὰ συγγενῆ τούτοις, ἄνωθεν δ’ ἐφεστηκότα καὶ οἷον ἀποκρυπτόμενα εἰς τὸ ἔσω τὰ βελτίονα παραδεχόμενον, ἕνωσίν φημι καὶ καθαρότητα καὶ τὴν μό νιμον κατάστασιν, ταυτότητά τε ἀμέριστον καὶ ὑπεροχὴν τῶν ἄλλων, ἅτε γὰρ ἑκατέρου τούτων τῶν γενῶν προσεχοῦς ὄντος ἑκατέρῳ τῶν ἄκρων, τοῦ μὲν τῷ πρωτίστῳ, τοῦ δὲ τῷ ἐσχάτῳ· εἰκότως δὲ κατὰ συνεχεῖς συγγενείας τὸ μὲν ἀρχόμενον ἀπὸ τῶν ἀρίστων πρόεισιν ἐπὶ τὰ ἐλάττονα, τὸ δὲ προβαλλόμενον πρώτως τὴν πρὸς τὰ ἔσχατα συναφὴν ἐπικοινωνεῖ πως καὶ τῶν ὑπερεχόντων· τὴν μέντοι συμπλήρωσιν καὶ ἀπὸ τούτων ἄν τις κατανοήσειε τῶν πρώτων τε καὶ τελευταίων γενῶν, καὶ ταύτην ὁλοκλήρον συμφυομένην ὁμοίως μὲν ἐν τῷ ὑπάρχειν ὁμοίως δὲ καὶ ἐν τῷ δύνασθαί τε καὶ ἐνεργεῖν·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 1.6 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.6