Iamblichus, De Mysteriis 1.8 (part 3)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.8 (part 2) · Iamblichus, De Mysteriis 1.8 (part 4) →
Iamblichus, De Mysteriis 1.8 (part 3) Ancient Greek
Iamblichus, De Mysteriis
ἀεὶ οὖν ἐπιστρεφομένων τῶν δευτέρων ἐπὶ τὰ πρῶτα καὶ τῶν ἀνωτέρων ὡς παραδειγμάτων ἐξηγουμένων τῶν ὑποδεεστέρων, ἀπὸ τῶν κρειττόνων τοῖς χείροσιν ἥ τε .οὐσία καὶ τὸ εἶδος παραγίνεται, ἐν αὐτοῖς τε τοῖς βελτίοσι πρώτως παράγεται τὰ ὕστερα, ὥστε ἀπ’ αὐτῶν ἐφήκει καὶ ἡ τάξις καὶ τὸ μέτρον τοῖς χείροσι καὶ αὐτὰ ἅπερ ἐστὶν ἕκαστα, ἀλλ’ οὐχὶ ἀνάπαλιν ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ προέχοντα αὐτῶν ἐπιρρεῖ τὰ ἰδιώματα. Ἀποδέδεικται μὲν οὖν διὰ τούτων ψευδὴς οὖσα ἡ τοιαύτη σωματοειδὴς διαίρεσις. ἔδει δέ που μάλιστα μὲν μηδὲν ὑποθέσθαι τοιοῦτον· εἰ δ’ ἄρα σοι τοῦτο ἔδοξε, μὴ ἀξιοῦν τὸ ψεῦδος λόγου. ἐπεὶ οὐκ εὐπορία τοῦτ’ ἔστιν ἐλέγχων, ἀλλὰ μάτην τις ἑαυτὸν κόπτει, εἰ τὰ ψευδῇ ὑποθέμενος ἀναιρεῖν ἐπιχειρεῖ ταῦτα ὡς οὐκ ἀληθῆ. πόθεν γὰρ δὴ χωρίζεται ἡ ἀσώματος καθ’ ἑαυτὴν οὐσία τοῖς ποίοις σώμασιν, ἡ μηδὲν ἔχουσα κοινὸν πρὸς τὰ μετέχοντα αὐτῆς σώματα; πῶς δὲ δὴ ἡ μὴ τοπικῶς παροῦσα τοῖς σώμασι τοῖς σωματικοῖς τόποις διακρίνεται; καὶ ἡ μὴ διειργομένη μερισταῖς περιγραφαῖς ὑποκεμένων κατέχεται μεριστῶς ὑπὸ τῶν μερῶν τοῦ κόσμου; τί δὲ δὴ καὶ τὸ διακωλῦόν ἐστι τοὺς θεοὺς προϊέναι πανταχοῦ; καὶ τί τὸ ἀνεῖργον αὐτῶν τὴν δύναμιν, ὥστε ἰέναι μέχρι τῆς οὐρανίας ἀψῖδος; ἰσχυροτέρας γὰρ ἂν εἴη τοῦτο αἰτίας ἔργον, τῆς κατακλειούσης αὐτοὺς καὶ περιγραφούσης ἔν τισι μέρεσι.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.8
Cite as
Iamblichus, De Mysteriis 1.8 (part 3) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.8