Iamblichus, De Mysteriis 1.8 (part 4)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.8 (part 3) · Iamblichus, De Mysteriis 1.8 (part 5) →
Iamblichus, De Mysteriis 1.8 (part 4) Ancient Greek
Iamblichus, De Mysteriis
καὶ τὸ μὲν ὄντως ὃν καὶ καθ’ ἑαυτὸ ἀσώματον πανταχοῦ ἐστὶν ὅπου περ ἂν βούληται, τὸ δὲ θεῖον καὶ πάντα ὑπερέχον, εἰ περιέχεται ὑπὸ τῆς τοῦ ὅλου κόσμου τελειότητος, καὶ ὡς ἐν μέρει τινὶ ὑπ’ αὐτοῦ περιείληπται, ἐλαττοῦται ἄρα καὶ τοῦ κατὰ τὸ σῶμα μεγέθους. οὐχ ὁρῶ δὲ ἔγωγε καὶ τίνα τρόπον δημιουργεῖται τὰ τῇδε καὶ εἰδοποιεῖται, εἴ γε μηδεμία θεία δημιουργία καὶ τῶν θείων εἰδῶν μετουσία διατείνεται διὰ παντὸς τοῦ κόσμου.· Ὅλως δὲ τῆς ἱερᾶς ἁγιστείας καὶ τῆς θεουργικῆς κοινωνίας θεῶν πρὸς ἀνθρώπους ἀναίρεσίς ἐστιν αὕτη ἡ δόξα, τὴν τῶν κρειττόνων παρουσίαν ἔξω τῆς γῆς ἐξορίζουσα. οὐδὲν γὰρ ἄλλο λέγει ἢ ὅτι ἀπῴκισται τῶν περὶ γῆν τὰ θεῖα καὶ ὅτι ἀνθρώποις οὐ συμμίγνυνται καὶ ὡς ἔρημος αὐτῶν ἐστὶν ὁ τῇδε τόπος· οὐδὲ ἡμεῖς οὖν οἱ ἱερεῖς οὐδὲν παρὰ τῶν θεῶν μεμαθήκαμεν κατὰ τοῦτον τὸν λόγον, οὐδὲ σὺ ὀρθῶς ἡμᾶς ἐρωτᾷς ὡς εἰδότας τι περιττότερον, ἐπείπερ μηδὲν τῶν ἄλλων ἀνθρώπων διαφέρομεν. Ἀλλ’ οὐδέν ἐστι τούτων ὑγιές· οὔτε γὰρ οἱ θεοὶ κρατοῦνται ἔν τίσι τοῦ κόσμου μέρεσιν, οὔτε τὰ περὶ γῆν ἄμοιρα αὐτῶν καθέστηκεν. ἀλλ’ οἱ μὲν κρείττονες ἐν αὐτῷ ὡς ὑπὸ μηδενὸς περιέχονται καὶ περιέχουσι πάντα ἐν ἑαυτοῖς· τὰ δ’ ἐπὶ γῆς ἐν τοῖς πληρώμασι τῶν θεῶν ἔχοντα τὸ εἶναι, ὁπόταν ἐπιτήδεια πρὸς τὴν θείαν μετοχὴν γένηται, εὐθὺς ἔχει πρὸ τῆς οἰκείας ἑαυτῶν οὐσίας προϋπάρχοντας ἐν αὐτῇ τοὺς θεούς.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.8
Cite as
Iamblichus, De Mysteriis 1.8 (part 4) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.8