🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 2.10 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 2.10 (part 1) · Iamblichus, De Mysteriis 2.10 (part 3) →

Iamblichus, De Mysteriis 2.10 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
ἅτε γὰρ οἶμαι, τῆς πρώτης ἀρχῆς κιβδήλου παραφυομένης πολὺ τὸ ψεῦδος ἐκ τῆς παρατροπῆς ἐπιρρεῖ, ὃ δὴ δεῖ τοὺς ἱερέας καταμανθάνειν ἀπὸ τῆς ὅλης τάξεως ἐν τοῖς φάσμασιν, ἣν εὗ τηροῦντες διελέγχονται, καὶ ἀποδοκιμάζουσιν αὐτῶν τὴν πεπλασμένην προσποίησιν, ὡς οὐδαμῶς ὑπάρχουσαν ἀληθινῶν καὶ ἀγαθῶν πνευμάτων. οὐδὲ δεῖ τὰ ἁμαρτήματα παραφέρειν ἐν τῇ ἀληθινῇ κρίσει τῶν ὄντων. οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν ἢ τεχνῶν ἀφ’ ὧν ἃ διασφάλλονται τὰ ἐν αὐτοῖς ἔργα δοκιμάζομεν. Μὴ τοίνυν μηδὲ ἐνταῦθα τὰ μόλις καὶ διὰ μυρίων ἀγώνων κατορθούμενα ἀπὸ τῶν ἐξ ἐπιδρομῆς ἀμαθῶς ἐπιπηδώντων τῇ θεαγωγίᾳ χαρακτηρίζῃ· πλέον δὲ θάτερον ἀποφαίνου περὶ αὐτῶν. εἰ γὰρ τὰ ἀποπίπτοντα ἔργα τῆς αὐτοφανοῦς δείξεως τοιαῦτά ἐστιν οἷα σὺ λέγεις ἀλαζονικὰ καὶ ψευδῆ, τὰ τῶν ἀληθινῶν ἀθλητῶν περὶ τὸ πῦρ γνήσιά τε ἐστι καὶ ἀληθινά. ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων ἁπάντων τὰ ἀρχικὰ πρώτως ἀφ’ ἑαυτῶν ἄρχεται, καὶ ἑαυτοῖς παρέχει ὅπερ τοῖς ἄλλοις ἐνδίδωσιν, οἷον ἐν οὐσίᾳ ἐν ζωῇ ἐν κινήσει, οὕτω καὶ τὰ τὴν ἀλήθειαν χορηγοῦντα πᾶσι τοῖς οὖσι περὶ ἑαυτῶν πρώτως ἀληθεύει, καὶ τὴν ἑαυτῶν οὐσίαν προηγουμένως ἀναφαίνει τοῖς θε ωροῦσι· διόπερ δὴ καὶ τὸ αὐτοπτικὸν πῦρ τοῖς θεουργοῖς ἐπιδείκνυσιν. οὐ γὰρ θερμότητος ἔργον ψύχειν, οὐδὲ φωτὸς τὸ ἐπισκοτεῖν ἢ ἀποκρύπτειν τι τῶν ὄντων, οὐδὲ ἄλλου οὐδενὸς τῶν κατ’ οὐσίαν ὁτιοῦν διαπραττομένων πάρεστιν ἅμα καὶ ἡ τοῦ ἐναντίου ἔργου δύναμις·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 2.10 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.10