🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 2.10 (part 3)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 2.10 (part 2) · Iamblichus, De Mysteriis 2.10 (part 4) →

Iamblichus, De Mysteriis 2.10 (part 3) Ancient Greek Iamblichus, De Mysteriis
ἀλλὰ τὰ μὴ φύσιν ἔχοντα καὶ ἐναντία τοῖς κατ’ οὐσίαν ὑπάρχουσι, ταῦτα ἐπιδέχεσθαι τὰ ἐναντία δύναται ἢ τῷ κακῷ περιπίπτειν πέφυκε. Τὰ αὐτὰ τοίνυν καὶ περὶ τῶν φαντασμάτων ἐροῦμεν. εἰ γὰρ ταῦτα αὐτὰ μὲν οὐκ ἔστι τἀληθῆ, τοιαῦτα δὲ ἕτερα οἷάπερ ὑπάρχει τὰ ὄντα, οὐκ ἔστι δήπου ἐν τοῖς αὐτοφανέσι πνεύμασι, φαντάζεται δὲ εἶναι τοιαῦτα οἷάπερ αὐτὰ ἀληθῆ· μετέχει δὲ καὶ ταῦτα τοῦ ψεύδους καὶ τῆς ἀπάτης, ὥσπερ τὰ ἐν τοῖς εἰδώλοις φαινόμενα εἴδη τοιαῦτά ἐστι· καὶ οὕτω διακενῶς ἕλκει τὴν διάνοιαν περὶ ἃ οὐδ’ ὁτιοῦν τῶν κρειττόνων ἔσται γενῶν. ἐν δὲ ταῖς ἀπατηλαῖς ἔσται καὶ αὐτὰ παρατροπαῖς· τὸ γὰρ μίμημα τοῦ ὄντος καὶ τὸ ἀμυδρῶς εἰκαζόμενον καὶ τὸ ἀπάτης αἴτιον γιγνόμενον οὐδενὶ τῶν ἀληθινῶν καὶ ἐναργῶς ὄντων γενῶν προσήκει· ἀλλ’ αὐτὰς μὲν οἱ θεοὶ καὶ οἱ τοῖς θεοῖς ἑπόμενοι τὰς ἀληθινὰς ἑαυτῶν εἰκόνας ἀποκαλύπτουσι, φαντάσματα δὲ αὐτῶν οἷα τὰ ἐν ὕδασιν ἢ ἐν κατόπτροις μεμηχανημένα οὐδαμῶς προτείνουσιν. τίνος γὰρ ἂν ἕνεκα ταῦτα ἐπιδείξειαν; πότερον ἔνδειγμα φέροντα τῆς ἑαυτῶν οὐσίας καὶ δυνάμεως; ἀλλὰ ταῦτά γε τοῦ παντὸς ἐνδεῖ, πλάνης γὰρ καὶ ἀπάτης αἴτια γίνεται τοῖς πιστεύουσι, καὶ ἀπὸ τῆς ἀληθινῆς γνώσεως τῶν θεῶν ἀποσπᾷ τοὺς θεωροῦντας. ἀλλ’ ἵνα τι χρήσιμον παράσχῃ τοῖς ἐποπτεύουσιν αὐτά· καὶ τί ἄν ποτε γένοιτο ἀπὸ τοῦ ψεύδους ὠφέλιμον; ἀλλ’ εἰ μὴ τοῦτο φύσιν ἔχει τὸ θεῖον, φάντασμα προτείνειν ἀφ’ ἑαυτοῦ;
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 2.10 (part 3) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.10