🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 2.10 (part 4)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 2.10 (part 3) · Iamblichus, De Mysteriis 2.11 (part 1) →

Iamblichus, De Mysteriis 2.10 (part 4) Ancient Greek Iamblichus, De Mysteriis
καὶ πότε ἂν τὸ μόνιμον καὶ ἱδρυμένον ἐν ἑαυτῷ γένος καὶ τὸ τῆς οὐσίας καὶ ἀληθείας αἴτιον εἰς ἀλλοτρίαν ἕδραν μίμημα ἄν τι ἀφ’ ἑαυτοῦ ἀπατηλὸν ἐμποιήσειεν; Οὐδαμῶς ἄρα θεὸς οὔτε αὐτὸς ἑαυτὸν μεταβάλλει εἰς τὰ φαντάσματα, οὔτε ἀφ’ ἑαυτοῦ ταῦτα ἐν ἄλλοις προτείνει, τὰ δὲ ἀληθῆ ἐν τοῖς ἀληθέσιν ἤθεσι τῶν ψυχῶν ἐλλάμπει· κατὰ τὰ αὐτὰ δὲ καὶ οἱ τῶν θεῶν συνοπαδοὶ ζηλωταὶ τῆς τῶν θεῶν εἰσὶν αὐτοπτικῆς ἀληθείας. Ὃ δὲ νῦν λέγεις, ὡς κοινόν ἐστι τὸ τῆς εἰδωλοποιίας καὶ τῆς περιαυτολογίας θεῶν καὶ δαιμόνων καὶ τῶν ἄλλων, συμφύρει πάντα τὰ τῶν κρειττόνων γένη ἐν ἀλλήλοις, καὶ οὐδ’ ἡντινοῦν αὐτῶν ἀπολείπει διαφορὰν πρὸς ἄλληλα· ἔσται γὰρ αὐτοῖς οὕτω κοινὰ πάντα, καὶ οὐδὲν τοῖς ὑπερέχουσιν ἀποδοθήσεται ἐξαίρετον. ἔνεστι δὲ οὖν καὶ δικαιότερον πρός σε ἀντιλέγειν, τί δὴ οὖν ἔσται κρεῖττον τὸ τῶν θεῶν γένος παρὰ τὸ τῶν δαιμόνων; ἀλλ’ οὔτ’ ἔχει κοινότητα ταῦτα τὰ γένη, οὔτε φανταστική ἐστιν αὕτη, οὔτε ἀπὸ τῶν τελευταίων καὶ ἐν τοῖς ἐσχάτοις πταισμάτων τὰ πρῶτα καὶ ἐν τοῖς πρώτοις ἀληθῆ ἀποτυπώματα ἀναλογίζεσθαι προσήκει. οὕτως ἄν τις καὶ περὶ τούτων δοξάζων τυγχάνοι τοῦ προσήκοντος καὶ τοῖς θείοις κεχαρισμένου.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 2.10 (part 4) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.10