Iamblichus, De Mysteriis 2.3 (part 2)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 2.3 (part 1) · Iamblichus, De Mysteriis 2.3 (part 3) →
Iamblichus, De Mysteriis 2.3 (part 2) Ancient Greek
Iamblichus, De Mysteriis
τὰ δὲ τῶν ψυχῶν προσέοικε μέν τι τοῖς ἡρωικοῖς, πλὴν ἐστί γε αὐτῶν ὑποδεέστερα. Πάλιν τοίνυν τὰ μὲν τῶν θεῶν ἐστὶ παντελῶς ἀμε τάβλητα κατά τε μέγεθος καὶ μορφὴν καὶ σχῆμα καὶ κατὰ πάντα τὰ περὶ αὐτοὺς ὄντα· τὰ δὲ τῶν ἀρχαγγέλων πλησιάζοντα τοῖς τῶν θεῶν ἀπολείπεται αὐτῶν τῆς ταὐτότητος· τὰ δὲ τῶν ἀγγέλων καὶ τούτων ἐστὶν ὑποδεέστερα, ἀμετάβλητα δέ· τὰ τῶν δαιμόνων ἰνδάλλεται ἄλλοτε ἐπ’ ἄλλης ὁρώμενα μορφῆς καὶ μεγάλα καὶ μικρά, τὰ αὐτὰ φαινόμενα. καὶ δὴ καὶ τὰ τῶν ἀρχόντων, ὅσα μέν ἐστιν ἡγεμονικά, ἀναλλοίωτα ὑπάρχει, τὰ δὲ ἔνυλα ἀλλοιοῦται πολυειδῶς· τὰ δὲ τῶν ἡρώων προσέοικε τοῖς τῶν δαιμόνων, τὰ δὲ τῶν ψυχῶν τῆς δαιμονίας μεταβολῆς οὐκ ὀλίγον μέρος ὑφιεῖσιν. Ἔτι τοίνυν τάξις καὶ ἠρεμία τοῖς θεοῖς προσήκει, τοῖς δὲ τῶν ἀρχαγγέλων δραστήριον τὸ τῆς τάξεως καὶ ἠρεμίας ὑπάρχει, τοῖς δὲ ἀγγέλοις οὐκ ἀπηλλαγμένον ἤδη κινήσεως τὸ διακεκοσμημένον καὶ ἡσυχαῖον πάρεστι, ταραχὴ δὲ καὶ ἀταξία τοῖς δαιμονίοις φάσμασι συνακολουθεῖ, τοῖς δὲ τῶν ἀρχόντων κατὰ δόξαν ἑκατέραν ὧν προείπομεν ὁμολογούμενα συνέπεται τὰ ὁράματα, θορυβώδη μὲν φερόμενα τὰ ἔνυλα, τὰ δ’ ἡγεμονικὰ μονίμως ἑστῶτα ἐν αὐτοῖς, τὰ δὲ τῶν ἡρώων ὑπειγμένα τῇ κινήσει καὶ μεταβολῆς οὐκ ἄμοιρα, τὰ δὲ τῶν ψυχῶν προσεοικότα μέντοι τοῖς ἡρωικοῖς, ἐλάττονα δὲ ὅμως ὄντα καὶ τούτων.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.3
Cite as
Iamblichus, De Mysteriis 2.3 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.3