Iamblichus, De Mysteriis 2.3 (part 3)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 2.3 (part 2) · Iamblichus, De Mysteriis 2.4 (part 1) →
Iamblichus, De Mysteriis 2.3 (part 3) Ancient Greek
Iamblichus, De Mysteriis
Πρὸς δὴ τούτοις τοῖς ἰδιώμασι τὰ μὲν θεῖα κάλλος οἷον ἀμήχανον ἀπαστράπτει, θαύματι μὲν κατέχον τοὺς ὁρῶντας, θεσπεσίαν δὲ εὐφροσύνην παρεχόμενον, ἀρρήτῳ δὲ τῇ συμμετρίᾳ ἀναφαινόμενον, ἐξῃρημένον δὲ ἀπὸ τῶν ἄλλων εἰδῶν τῆς εὐπρεπείας. τὰ δὲ τῶν ἀρχαγγέλων μακάρια θεάματα μέγιστον μὲν. ἔχει καὶ αὐτὰ τὸ κάλλος, οὐ μὴν ἔτι γε ὁμοίως ἄρρητον καὶ θαυμαστόν, ὥσπερ τὸ θεῖον· τὰ δὲ τῶν ἀγγέλων μεριστῶς ἤδη διαιρεῖ τὸ καλόν, ὅπερ ἀπὸ τῶν ἀρχαγγέλων παραδέχεται. τὰ δαιμόνια δὲ καὶ τὰ ἡρωικὰ αὐτοπτικὰ πνεύματα ἐν εἴδεσι μὲν ὡρισμένοις ἔχει τὸ κάλλος ἀμφότερα, οὐ μὴν ἀλλὰ τὸ μὲν ἐν λόγοις τοῖς τὴν οὐσίαν ἀφορίζουσι διακοσμηθέν ἐστι δαιμόνιον, τὸ δ’ ἐπιδεικνύμενον τὴν ἀνδρίαν ἡρωικόν. τὰ δὲ τῶν ἀρχόντων διχῇ διῃρήσθω· τὰ μὲν γὰρ ἡγεμονικὸν κάλλος καὶ αὐτοφυὲς ἐπιδείκνυσι, τὰ δὲ εὐμορφίαν πεπλασμένην καὶ ἐπισκευαστὴν ἐμφαίνει. τὰ δὲ τῶν ψυχῶν ἐν λόγοις μὲν καὶ αὐτὰ διακεκόσμηται πεπερασμένοις, διῃρημένοις δὲ μᾶλλον τῶν ἐν τοῖς ἥρωσι καὶ περιειλημμένοις μεριστῶς καὶ κρατουμένοις ὑφ’ ἑνὸς εἴδους. εἰ δὲ δεῖ κατὰ πάντων κοινῶς ἀφορίσασθαι, φημὶ τῶν ὅλων ὥσπερ ἕκαστα διατέτακται καὶ ὡς ἔχει τῆς οἰκείας φύσεως, οὕτως καὶ τοῦ κάλλους αὐτὰ κατὰ τὴν ὑπάρχουσαν διακλήρωσιν μετειληχέναι.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.3
Cite as
Iamblichus, De Mysteriis 2.3 (part 3) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.3