🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 2.4 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 2.3 (part 3) · Iamblichus, De Mysteriis 2.4 (part 2) →

Iamblichus, De Mysteriis 2.4 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Ἐπ’ ἄλλα τοίνυν ἰδιώματα αὐτῶν μετιόντες λέγωμεν, ὡς ὀξύτης ἐν ταῖς ἐνεργείαις παρὰ μὲν τοῖς θεοῖς καὶ αὐτοῦ τοῦ νοῦ ταχυτέρα διαλάμπει, καίτοι ἀκίνητοί γε ἐν αὐταῖς καὶ σταθεραί εἰσιν αὐταί· παρὰ δὲ τοῖς ἀρχαγγέλοις σύμμικτοί πώς εἰσιν αἱ ταχυτῆτες αὐτῶν δραστηρίοις ἐνεργείαις· αἱ δὲ τῶν ἀγγέλων ἐφάπτονταί τινος ἤδη κινήσεως, καὶ τὸ ἅμα τῷ λέγειν ἀποτελεστικὸν οὐκέτι ὁμοίως προσειλήφασι· παρὰ δὲ τοῖς δαίμοσι φαντασία πλείων ἐστὶ τῆς ἀληθείας τοῦ τάχους τῶν ἔργων. ἐν δὲ τοῖς ἡρωικοῖς μεγαλοπρέπεια μέν τις ἐν ταῖς κινήσεσι διαφαίνεται, τὸ δ’ ἀποτελεστικὸν ὧν ἐφίενται ἐνεργεῖν, οὐχ οὕτω ταχέως ὥσπερ τοῖς δαίμοσι πάρεστιν. ἐν δὲ τοῖς τῶν ἀρχόντων ἀξιόλογα μὲν τὰ πρῶτα καὶ ἐξουσιαστικὰ ἐνεργήματα καταφαίνεται, τὰ δεύτερα δὲ ἔμφασιν μὲν ἔχει πλείονα, τοῦ δ’ ἐπὶ τῶν πράξεων τέλους ἀπολείπεται· τὰ δ’ ἐπὶ τῶν ψυχῶν κεκινημένα μᾶλλον, ἀσθενέστερα δὲ τῶν ἡρωικῶν ὁρᾶται. Πρὸς δὲ τούτοις τὸ μέγεθος τῶν ἐπιφανειῶν παρὰ μὲν τοῖς θεοῖς τοσοῦτον ἐπιδείκνυται, ὡς καὶ τὸν οὐρανὸν ὅλον ἐνίοτε ἀποκρύπτειν καὶ τὸν ἥλιον καὶ τὴν σελήνην, τήν τε γῆν μηκέτι δύνασθαι ἑστάναι αὐτῶν κατιόντων· ἀρχαγγέλων δὲ ἐκφαινομένων μοῖραι μέν τινες συγκινοῦνται τοῦ κόσμου καὶ πρόδρομον φῶς προηγεῖται διῃρημένον. αὐτοὶ δὲ κατὰ μεγέθη τῆς ἡγεμονίας σύμμετρον ἐπιδεικνύουσι καὶ τὸ τῆς αὐτῆς μέγεθος.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 2.4 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.4