🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 2.4 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 2.4 (part 1) · Iamblichus, De Mysteriis 2.4 (part 3) →

Iamblichus, De Mysteriis 2.4 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
τούτου δ’ ἔλαττόν ἐστι τὸ ἀγγελικὸν μικρότητί τε καὶ τῷ κατ’ ἀριθμὸν διῃ ρῆσθαι, ἐπὶ δ’ αὖ τῶν δαιμόνων διῃρημένον τε ἔτι μᾶλλον καὶ οὐκ ἴσον ἀεὶ αὐτῶν θεωρεῖται τὸ μέγεθος. τὸ δ’ ἡρωικὸν τούτου φαινόμενον ἔλαττον, μεγαλοφροσύνην τῆς καταστάσεως ἐμφαίνει πλείονα. τῶν δὲ ἀρχόντων ὅσα μὲν εἴδη περικόσμια προηγεῖται, μεγάλα καὶ ὑπέρογκα φαίνεται, τὰ δὲ περὶ τὴν ὕλην μεριζόμενα τύφῳ καὶ ἀλαζονείᾳ πλείονι χρῆται. τὰ δὲ τῶν ψυχῶν οὐκ ἴσα μὲν ὁρᾶται πάντα, σμικρότερα δὲ ἢ τὰ τῶν ἡρώων διαφαίνεται. ὅλως δὲ κατὰ τὰ μεγέθη τῶν ἐν ἑκάστοις τοῖς γένεσι δυνάμεων καὶ κατὰ τὸ πλῆθος τῆς ἀρχῆς δι’ ἧς διατείνουσι καὶ ᾖ ἐνεξουσιάζουσιν, ἀνὰ τὸν αὐτὸν λόγον καὶ τὰ μεγέθη τῶν ἐπιφανειῶν οἰκείως ἐν ἑκάστοις πάρεστι. Μετὰ δὴ τούτων τὸ τῶν αὐτοφανῶν ἀγαλμάτων ἀφορισώμεθα. οὐκοῦν ἐν μὲν ταῖς τῶν θεῶν αὐτοψίαις ἐναργέστερα καὶ αὐτῆς τῆς ἀληθείας ὁρᾶται τὰ θεάματα, ἀκριβῶς τε διαλάμπει καὶ διηρθρωμένα λαμπρῶς ἐκφαίνεται· τὰ δὲ τῶν ἀρχαγγέλων ἀληθῆ καὶ τέλεια φαίνεται· τὰ δὲ τῶν ἀγγέλων διασώζει μὲν τὸ αὐτὸ εἶδος, πλὴν ὑφίησί τι τῆς γνωριστικῆς ἀποπληρώσεως. ἀμυδρὰ δὲ τὰ τῶν δαιμόνων καὶ τούτων ὑποδεέστερα τὰ τῶν ἡρώων φαίνεται. τὰ δὲ τῶν ἀρχόντων τὰ μὲν κοσμικὰ ἐναργῆ, τὰ δὲ ὑλικὰ ἀμυδρά, ἐξουσιαστικὰ δὲ ἀμφότερα ὁρᾶται· τὰ δὲ τῶν ψυχῶν σκιοειδῆ καταφαίνεται. Ὡσαύτως τοίνυν καὶ ἐπὶ τοῦ φωτός. τὰ μὲν τῶν θεῶν ἀγάλματα φωτὸς πλέον ἀστράπτει·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 2.4 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.4