🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 2.4 (part 3)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 2.4 (part 2) · Iamblichus, De Mysteriis 2.4 (part 4) →

Iamblichus, De Mysteriis 2.4 (part 3) Ancient Greek Iamblichus, De Mysteriis
φωτὸς δ’ ὑπερφυοῦς ἐστὶ πλήρη τὰ τῶν ἀρχαγγέλων, φωτεινὰ δὲ τῶν ἀγγέλων. δαίμονες δὲ θολῶδες διαφαίνουσι τὸ πῦρ, ἥρωες δὲ σύμμικτον ἀπὸ πλειόνων, ἄρχοντες δὲ οἱ μὲν κοσμικοὶ καὶ καθαρώτεροι, οἱ δὲ τῆς ὕλης ἐξ ἀνομοίων καὶ ἐναντίων αὐτὸ συμμιγνύμενον ἐπιδεικνύουσιν· αἱ ψυχαὶ δὲ ἀπὸ πολλῶν τῶν ἐν τῇ γενέσει συγκράσεων ἀναπεπλησμένον αὐτὸ μεριστῶς ἔκδηλον ἀπεργάζονται. Κατὰ τὰ αὐτὰ δὲ τοῖς εἰρημένοις τὸ μὲν τῶν θεῶν πῦρ ἄτομον ἄφθεγκτον ἐκλάμπει, καὶ πληροῖ τὰ ὅλα βάθη τοῦ κόσμου πυρίως, ἀλλ’ οὐ περικοσμίως. τὸ δὲ τῶν ἀρχαγγέλων ἀμέριστον μέν, ἔχον δὲ περὶ ἑαυτὸ ἢ πρὸ ἑαυτοῦ προπομπεῦον ἢ μεθ’ ἑαυτὸ συνεπόμενον πολὺ πλῆθος θεωρεῖται. τὸ δὲ τῶν ἀγγέλων διῃρημένον πῦρ πλὴν ἐν ταῖς γε τελειοτάταις ἰδέαις διαφαίνεται. τὸ δὲ τῶν δαιμόνων μερισμοῦ τέ ἐστι πλείονος καὶ ἐπὶ βραχύτερον περιγράφεται, καὶ λόγῳ ῥητὸν ὑπάρχει, καὶ τῆς ὄψεως τῶν τὰ κρείττονα ὁρώντων οὐχ ὑπάρχει ἄξιον. τὸ δὲ τῶν ἡρώων ἔχει μὲν τὰ αὐτὰ τρόπον γέ τινα, ἀπολείπεται δ’ ὅμως αὐτῶν τῆς ἄκρας ὁμοιώσεως. καὶ μὴν τό γε τῶν ἀρχόντων ὅσον μὲν ὑψηλότερον αὐτοῦ, διαφανέστερον θεωρεῖται, τὸ δὲ ἔνυλον σκοτωδέστερον· τὸ δ’ αὖ τῶν ψυχῶν πολυμερὲς μὲν καὶ πολυειδὲς ἐπιδείκνυται, σύμμικτον δὲ ἀπὸ πολλῶν τῶν περὶ τὸν κόσμον φύσεων. καὶ μὴν τό γε τῶν θεῶν πάντη σταθερόν ἐστιν ἰδεῖν· τὸ δὲ τῶν ἀρχαγγέλων μέτοχον ἠρεμίας, τὸ δ’ αὖ τῶν ἀγγέλων μονίμως κινούμενον· ἄστατόν γε μὴν τὸ τῶν δαιμόνων, καὶ τῶν ἡρώων ἐπὶ πλέον ὀξύρροπον·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 2.4 (part 3) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.4