Iamblichus, De Mysteriis 2.7 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 2.6 (part 2) · Iamblichus, De Mysteriis 2.7 (part 2) →
Iamblichus, De Mysteriis 2.7 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Καὶ μὴν τῆς γε τάξεως, ἥν οἱ ὁρώμενοι ἔχουσι, γίνεται ἔνδειξις ἐν ταῖς αὐτοψίαις, τῶν μὲν θεῶν θεοὺς ἢ ἀγγέλους ἐχόντων περὶ ἑαυτούς, τῶν δὲ ἀρχαγγέλων προπομποὺς ἀγγέλους ἢ σὺν ἑαυτοῖς συντεταγμένους ἢ κατόπιν ἑπομένους ἢ ἄλλην τινὰ δορυφορίαν πολλὴν ἀγγέλων περὶ ἑαυτοὺς περιβαλλομένων, ἀγγέλων δὲ τὰ οἰκεῖα ἔργα τῆς τάξεως ἐφ’ ἧς ἐπιβεβήκασι συνεπιδεικνύντων, τῶν δὲ ἀγαθῶν δαιμόνων τὰ σφέτερα δημιουργήματα καὶ ἀγαθά, ἃ δωροῦνται, συνθεωρεῖσθαι παρεχόντων, τῶν δὲ τιμωρῶν δαιμόνων τὰ εἴδη τῶν τιμωριῶν ἐμφαινόντων, τῶν δὲ ἄλλων ὁπωσοῦν πονηρῶν θηρία τινὰ βλαβερὰ καὶ αἱμοβόρα καὶ ἄγρια περικειμένων, ἀρχόντων δὲ μοίρας τινὰς κοσμικὰς μεθ’ ἑαυτῶν ἐπιδεικνύντων, τῶν δὲ ἄλλων ἀρχόντων τὴν ἀταξίαν καὶ πλημμέλειαν τῆς ὕλης ἐφελκομένων· ψυχῆς δὲ τῆς μὲν ὅλης καὶ ἐν οὐδενὶ τῶν κατὰ μέρος εἴδει κατεχομένης, πῦρ ὁρᾶται ἀνείδεον περὶ ὅλον τὸν κόσμον ἐνδεικνύμενον τὴν ὅλην καὶ μίαν καὶ ἄτομον καὶ ἀνείδεον τοῦ παντὸς ψυχήν· τῆς δὲ ἀποκεκαθαρμένης πύριος ὁ τύπος βλέπεται καὶ ἄχραντον καὶ ἀμιγὲς τὸ πῦρ, τότε ἐγκαρδιαῖον αὐτῆς φῶς καὶ τὸ εἶδος καθαρὸν καὶ ἑδραῖον ὁρᾶται, καὶ μετὰ τοῦ ἀναγωγοῦ ἡγεμόνος ἀκολουθεῖ τῇ ἀγαθῇ θελήσει χαίρουσα, καὶ αὐτὴ τὴν οἰκείαν ἑαυτῇ τάξιν ἐπὶ τῶν ἔργων ἐκφαίνουσα· ἡ δὲ κάτω νεύουσα δεσμῶν καὶ κολάσεων ἐπισύρεται σημεῖα, ὑλικῶν τε πνευμάτων βρίθει συστάσεσι, καὶ ταραχαῖς ὕλης ἀνωμάλοις κατέχεται, δαιμόνων τε γενεσιουργῶν ἐπιστασίας ὁρᾶται προστησαμένη πρὸ ἑαυτῆς.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.7
Cite as
Iamblichus, De Mysteriis 2.7 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.7