🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 2.7 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 2.7 (part 1) · Iamblichus, De Mysteriis 2.8 →

Iamblichus, De Mysteriis 2.7 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
Καὶ συλλήβδην φάναι, πάντα τὰ γένη ταῦτα τὰς οἰκείας τάξεις ἐπιδεικνύουσιν ἅμα μεθ’ ἑαυτῶν· ἤδη τοίνυν καὶ τὰς χώρας ἃς εἰλήχασι, καὶ τὰς λήξεις ἐν αἷς ἐνοικοῦσὶ, παραδεικνύουσιν, ἀέριον μὲν πῦρ οἱ ἀέριοι, χθόνιον δὲ καὶ μελάντερον οἱ χθόνιοι, λαμπρότερον δὲ οἱ οὐράνιοι ἐπιδεικνύοντες· ἐν αὐτοῖς δὲ τούτοις τοῖς τρισὶν ὅροις τριπλῆς τάξεως, ἀρχῆς καὶ μεσότητος καὶ τέλους, ὅλα τὰ γένη κατενείματο, τὰ μὲν τῶν θεῶν τὰ ἀκρότατα καὶ καθαρώτατα αἴτια τῆς τριπλῆς τάξεως ταύτης ἐπιδεικνύοντα, τὰ δὲ τῶν ἀγγέλων ὡς ἐκδιδόμενα ἀπὸ τῶν ἀρχαγγέλων, ὑπηρετικὰ δὲ τούτοις τὰ τῶν δαιμόνων ἐπιφαινόμενα καὶ τὰ τῶν ἡρώων διακονικὰ ὡσαύτως, οὐ μέντοι κατὰ τὰς αὐτὰς ὑπηρεσίας τοῖς δαίμοσιν, ἀλλὰ καθ’ ἑτέρας αὐτῶν καὶ διαφερούσας· τὰ δὲ τῶν ἀρχόντων ὡς ἔχουσι τὴν ἐπιβάλλουσαν ἑαυτοῖς ἢ περὶ τὸν κόσμον ἢ τὴν ὕλην ἐπιστασίαν· τὰ δὲ τῶν ψυχῶν ὡς πάντα ἔσχατα τῶν κρειττόνων· ὅθεν δὴ καὶ τόπους μεθ’ ἑαυτῶν συμφαίνει τὰ πρῶτα τοὺς πρώτους καὶ τὰ δεύτερα τοὺς δευτέρους ἐν ἑκάστῳ τῶν τριῶν τούτων, καὶ τὰ ἄλλα ὡς ἕκαστα διατέτακται.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 2.7 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.7