🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 2.8

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 2.7 (part 2) · Iamblichus, De Mysteriis 2.9 (part 1) →

Iamblichus, De Mysteriis 2.8 Ancient Greek Iamblichus, De Mysteriis
Καὶ μὴν τήν γε λεπτότητα τοῦ φωτὸς οἱ μὲν θεοὶ τοσαύτην ἐπιλάμπουσιν, ὡς μὴ δύνασθαι χωρεῖν αὐτὴν τοὺς σωματικοὺς ὀφθαλμούς, ἀλλὰ καὶ αὐτὸ πάσχειν τῶν ἰχθύων τοῖς ἀπὸ θολερᾶς καὶ παχείας ὑγρότητος εἰς ἀέρα λεπτὸν καὶ διαφανῆ ἀνασπωμένοις. καὶ γὰρ οἱ ἄνθρωποι οἱ θεωροὶ τοῦ θείου πυρὸς οὐ δυνάμενοι διὰ τὴν λεπτότητα τοῦ θείου πυρὸς· ἀναπνεῖν ὀλιγοδρανοῦσιν, ὡς ἰδεῖν φαίνονται, καὶ τοῦ συμφύτου πνεύματος ἀποκλείονται. ἀρχάγγελοι δὲ οὐκ ἀνεκτὴν μὲν εἰς τὸ ἀναπνεῖν οὐδὲ αὐτοὶ τὴν καθαρότητα ἀποστίλβουσιν, οὐ μὴν ὁμοίως γε ἀφόρητον τοῖς κρείττοσιν. αἱ δὲ τῶν ἀγγέλων παρουσίαι φορητὴν τοῦ ἀέρος κρᾶσιν ἐπιτελοῦσιν, ὥστε δύνασθαι αὐτὴν καὶ τοῖς θεουργοῖς συνάπτεσθαι. ἐπὶ δὲ τῶν δαιμόνων οὐδὲν ὁ ὅλος ἀὴρ συμπάσχει, οὐδὲ ὁ περὶ αὐτοὺς περικείμενος γίνεται λεπτότερος, οὐδὲ φῶς προτρέχει εἰς ὅπερ προλαβὸν καὶ προκατασχὸν τὸν ἀέρα τό ἑαυτῶν εἶδος ἐκφαίνουσιν· οὐδὲ περὶ αὐτοὺς αὐγή τις περιλάμπει τὰ πανταχόθεν. ἐπὶ δὲ τῶν ἡρώων γῆς μὲν μέρη τινὰ συγκινεῖται καὶ ψόφοι περιηχοῦσιν· ὁ δὲ ὅλος ὁ ἀὴρ οὐ γίνεται λεπτότερος οὐδὲ ἀσύμμετρος τοῖς θεουργοῖς, ὥστε δύνασθαι αὐτὸν χωρεῖν. ἐπὶ δὲ τῶν ἀρχόντων περιβολὴ μὲν πλειόνων φασμάτων περιθεῖ δυσανάσχετος, ἤτοι κοσμικὴ ἢ περίγειος, οὐ μὴν ὑπερκόσμιός γε λεπτότης οὐδ’ ἡ τῶν ἄκρων στοιχείων παραγίνεται. ταῖς δὲ ψυχικαῖς ἐπιφανείαις συγγενὴς μᾶλλόν ἐστιν ὁ φαινόμενος ἀήρ, καὶ δέχεται αὐτῶν τὴν περιγραφὴν ἐν ἑαυτῷ συνηρτημένος πρὸς αὐτάς.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 2.8 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.8