Iamblichus, De Mysteriis 2.9 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 2.8 · Iamblichus, De Mysteriis 2.9 (part 2) →
Iamblichus, De Mysteriis 2.9 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Τελευταῖον τοίνυν αἱ τῶν καλούντων τῆς ψυχῆς διαθέσεις ἐπὶ μὲν τῆς ἐπιφανείας τῶν θεῶν ἐξηλλαγμένην καὶ ὑπερέχουσαν παραδέχονται τὴν τελειότητα ἐνέργειάν τε κρείττονα παντελῶς, καὶ θεῖον ἔρωτα καὶ εὐφροσύνην ἀμήχανον ὅσην μεταλαγχάνουσιν· ἐπὶ δὲ τῶν ἀρχαγγέλων ἄχραντον κατάστασιν νοεράν τε θεωρίαν καὶ δύναμιν ἄτρεπτον παραλαμβάνουσιν· ἐπὶ δὲ τῶν ἀγγέλων τὴν κατὰ λόγον σοφίαν καὶ ἀλήθειαν, ἀρετήν τε καθαρὰν καὶ βεβαίαν γνῶσιν καὶ τάξιν σύμμετρον μεταλαγχάνουσιν· ὅταν δὲ τοὺς δαίμονας θεωρῶσιν, ὄρεξιν τῆς γενέσεως καὶ τῆς φύσεως ἐπιθυμίαν τῶν τε καθ’ εἱμαρμένην ἔργων ἀποπλήρωσιν, δύναμίν τε ἀποτελεστικὴν τῶν τοιούτων πράξεων παραδέχονται· ἐὰν δὲ τοὺς ἥρωας, ἄλλα τε τοιαῦτα ἤθη ἀποφέρονται, καὶ τῶν διατεινόντων εἰς τὴν κοινωνίαν ψυχῶν πολλὰ σπουδάσματα μεταλαμβάνουσιν· ἡνίκα δ’ ἂν τοῖς ἄρχουσιν ἐνάπτωνται, κοσμικαὶ κινήσεις ἢ ἔνυλοι τῇ ψυχῇ συγκινοῦνται. μετὰ δὲ τῆς θέας τῶν ψυχῶν γενεσιουργοὺς ἐφέσεις καὶ συμφυεῖς ἐπιστασίας κομίζονται ἕνεκα τῆς τῶν σωμάτων ἐπιμελείας, ἄλλα τε ὅσα τούτων ἐστὶν ἐχόμενα. Σὺν δὴ τούτοις ἡ μὲν τῶν θεῶν ἐπιφάνεια ἀλήθειαν παρέχει καὶ δύναμιν, ἔργων τε κατορθώσεις καὶ δόσεις ἀγαθῶν μεγίστων, ἡ δὲ τῶν ἄλλων τὰ σύμμετρα ἐπὶ τῆς ἑκά στων τάξεως οἰκείως ἕκαστα χορηγεῖ·
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.9
Cite as
Iamblichus, De Mysteriis 2.9 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.9