Iamblichus, De Mysteriis 2.9 (part 2)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 2.9 (part 1) · Iamblichus, De Mysteriis 2.10 (part 1) →
Iamblichus, De Mysteriis 2.9 (part 2) Ancient Greek
Iamblichus, De Mysteriis
οἷον ἡ τῶν ἀρχαγγέλων ἀλήθειαν, οὐχ ἀπλῶς περὶ πάντων ἀλλὰ διωρισμένως ἐπί τινων, καὶ ταύτην οὐκ ἀεὶ ἀλλὰ ποτέ, οὐδὲ ἀδιορίστως πρὸς ἅπαντας ἢ πανταχοῦ ἀλλὰ διωρισμένως ὡδὶ ἢ πρὸς τόδε τι δίδωσι, δύναμίν τε ὡσαύτως οὐ συλλήβδην πάντων οὐδὲ ἀδιακρίτως ἀεὶ οὐδὲ πανταχοῦ, ἀλλὰ ποτὲ καὶ ποὺ συλλαμβάνει. ἡ δὲ τῶν ἀγγέλων τούτων ἕτι μᾶλλον ἀπομερίζει τὰς ἀεὶ ἐπὶ τὸ ἔλαττον ἀφοριζομένας περιγραφὰς ἐν τῇ τῶν ἀγαθῶν δόσει. ἡ δὲ τῶν δαιμόνων οὐκέτι τὰ τῆς ψυχῆς ἀγαθὰ δωρεῖται, ἀλλ’ ἤτοι τὰ τοῦ σώματος ἢ τῶν τῷ σώματι προσηκόντων, καὶ ταῦτα ὁπόταν ἡ τοῦ κόσμου τάξις ἐπιτρέπῃ. κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ τῶν ἡρώων παρέχει τὰ δεύτερα καὶ τρίτα ἀγαθά, στοχαζομένη καὶ τῆς τῶν ψυχῶν περιγείου καὶ περικοσμίου πολιτείας ὅλης. ἡ δὲ τῶν ἀρχόντων κοσμικὰ μὲν ἡ ἑτέρα καὶ τὰ τοῦ βίου πάντα δωρεῖται, ἡ δὲ ἑτέρα καὶ ὑποδεεστέρα τῶν ἐνύλων οὐκ ὀλίγα παρέχει πλεονεκτήματα. ψυχαὶ δ’ ἐπιφαινόμεναι τὰ πρὸς τὸν ἀνθρώ πινον βίον συμβαλλόμενα τοῖς θεωροῖς προξενοῦσι. καὶ οὕτως ἡμῖν κατὰ τὴν οἰκείαν ἑκάστων τάξιν καὶ ἡ ἀπ’ αὐτῶν δόσις οἰκείως διακέκριται, συγγενῆ τε εἴληφε τὴν ὅλην ἀπόκρισιν περὶ ὧν ἐν ταῖς ἐπιφανείαις αὐτῶν ἐπεζήτησας. τοσαῦτα δὴ οὖν ἡμῖν καὶ περὶ τούτων εἰρήσθω.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.9
Cite as
Iamblichus, De Mysteriis 2.9 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.9