🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.13 (part 4)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.13 (part 3) · Iamblichus, De Mysteriis 3.15 →

Iamblichus, De Mysteriis 3.13 (part 4) Ancient Greek Iamblichus, De Mysteriis
ἐνίοτε δ’ αὗ καὶ δι’ ὕδατος ἄγουσι τὸ φῶς, ἐπειδὴ διαφανὲς ὂν τοῦτο εὐφυῶς διάκειται πρὸς ὑποδοχὴν τοῦ φωτός. ἄλλοτε δ’ εἰς τοῖχον αὐτὸ ποιοῦσιν ἐπιλάμπειν, ταῖς ἱεραῖς τῶν χαρακτήρων καταγραφαῖς προευτρεπίζοντες ἕδραν ἀρίστως εἰς τὸν τοῖχον τῷ φωτί, καὶ ἅμα ἀποστηρίζοντες αὐτὸ ἐνταῦθα ἔν τινι στερεῷ χωρίῳ, ὥστε μὴ ἐπὶ πολὺ διαχεῖσθαι. Γένοιντο δ’ ἂν καὶ ἄλλοι πλείονες τρόποι τῆς τοῦ φωτὸς ἀγωγῆς· ἀλλ’ ὅμως εἰς ἓν ἀνάγονται πάντες, εἰς τὴν τῆς αὐγῆς ἔλλαμψιν, ὅπουπερ ἂν καὶ δι’ οἵων ὀργάνων ἐπιλάμπωσιν. ἐπειδὴ τοίνυν ἔξωθέν τέ ἐστιν αὕτη καὶ μόνη τῇ βουλήσει καὶ νοήσει τῶν θεῶν ὑπηρετοῦντα κέκτηται τὰ πάντα, τὸ δὲ μέγιστον φῶς ἔχει ἱερὸν καταυγάζον, τὸ μὲν ἄνωθεν ἀπὸ τοῦ αἰθέρος τὸ δὲ ἐξ ἀέρος ἢ σελήνης ἢ καὶ ἡλίου καταλάμπον ἢ ἄλλης τινὸς οὐρανίας σφαίρας, φαίνεται ἐκ πάντων τούτων αὐτεξούσιος καὶ πρωτουργὸς καὶ τῶν θεῶν ἐπάξιος ὁ τοιοῦτος τρόπος τῆς μαντείας.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.13 (part 4) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.13