🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.15

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.13 (part 4) · Iamblichus, De Mysteriis 3.16 (part 1) →

Iamblichus, De Mysteriis 3.15 Ancient Greek Iamblichus, De Mysteriis
Φέρε δὴ οὖν ἐπὶ τὸν διὰ τέχνης ἀνθρωπίνης ἐπιτελούμενον τρόπον μετέλθωμεν, ὅστις στοχασμοῦ καὶ οἰήσεως πλείονος εἴληφε· λέγεις δὲ καὶ περὶ τούτου τοιαῦτα· οἵδε ἤδη καὶ διὰ σπλάγχνων καὶ δι’ ὀρνίθων καὶ δι’ ἀστέρων τέχνην συνεστήσαντο τῆς θήρας τοῦ μέλλοντος. εἰσὶ μὲν καὶ ἄλλαι πλείονες τέχναι τοιαῦται, πλὴν ἀλλὰ καὶ αὐταί γε ἀποχρῶσιν ἐνδείξασθαι πᾶν τὸ τεχνικὸν εἶδος τῆς μαντικῆς. ὡς μὲν οὖν τὸ ὅλον εἰπεῖν, σημείοις τισὶ τοῦτο θείοις χρῆται ἐκ θεῶν ἐπιτελουμένοις κατὰ ποικίλους τρόπους. ἀπὸ δὲ τῶν θείων τεκμηρίων κατὰ τὴν συγγένειαν τῶν πραγμάτων πρὸς τὰ δεικνύμενα σημεῖα συμβάλλει πως ἡ τέχνη, καὶ στοχάζεται τῆς μαντείας ἐξ εἰκότων τινῶν αὐτὴν συλλογιζομένη. τὰ μὲν οὖν σημεῖα οἱ θεοὶ ποιοῦσι διὰ τῆς φύσεως τῆς δουλευούσης αὐτοῖς πρὸς τὴν γένεσιν, τῆς τε κοινῆς καὶ τῆς ἰδίας ἑκάστων, ἢ διὰ τῶν γενεσιουργῶν δαιμόνων οἵτινες τοῖς στοιχείοις τοῦ παντὸς καὶ τοῖς μερικοῖς σώμασι, ζώοις τε καὶ τοῖς ἐν τῷ κόσμῳ πᾶσιν ἐπιβεβηκότες ἄγουσι τὰ φαινόμενα μετὰ ῥᾳστώνης ὅπῃπερ ἂν δοκῇ τοῖς θεοῖς. συμβολικῶς δὲ τὴν γνώμην τοῦ θεοῦ ἐμφαίνουσι, καὶ τὴν τοῦ μέλλοντος προδήλωσιν καθ’ Ἡράκλειτον οὔτε λέγοντες οὔτε κρύπτοντες ἀλλὰ σημαίνοντες, ἐπειδὴ τῆς δημιουργίας τὸν τρόπον ἀποτυποῦσι διὰ τῆς προδηλώσεως. καθάπερ οὖν δι’ εἰκόνων γεννῶσι πάντα, καὶ σημαίνουσιν ὡσαύτως διὰ συνθημάτων· ἴσως δὲ καὶ τὴν ἡμετέραν σύνεσιν ἀπὸ τῆς αὐτῆς ἀφορμῆς εἰς ὀξύτητα πλείονα ἀνακινοῦσι.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.15 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.15