🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.17 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.17 (part 1) · Iamblichus, De Mysteriis 3.17 (part 3) →

Iamblichus, De Mysteriis 3.17 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
ἡ δ’ οὔτε ἐν τῇ ποιήσει τῶν κόσμων οὔτε ἐν τῇ προνοίᾳ τῆς γενέσεως οὔτε ἐν τῇ περὶ αὐτῆς μαντείᾳ καθέλκεταί ποτε εἰς τὰ μετέχοντα, ἀλλὰ μεταδίδωσι μὲν πᾶσι τῶν ἀγαθῶν καὶ παραπλήσια πρὸς ἑαυτὴν τὰ ὅλα ἀπεργάζεται, ὠφελεῖ τε τὰ διοικούμενα ἀφθόνως, μένει δὲ ὡς πολὺ μᾶλλον ἐφ’ ἑαυτῆς τοσούτῳ μᾶλλον τῆς οἰκείας τελειότητος πεπλήρωται. καὶ αὕτη μὲν οὐ γίνεται τῶν μετεχόντων, τὰ δὲ μεταλαμβάνοντα ἴδια ἑαυτῆς ἀπεργάζεται καὶ σώζει μὲν αὐτὰ παντελῶς, μένει δὲ ἐν ἑαυτῇ τελεία καὶ συλλαμβάνει μὲν αὐτὰ ἅμα ἐν ἑαυτῇ, ὑπ’ οὐδενός γε μὴν ἐκείνων οὔτε κρατεῖται οὔτε περιέχεται. Μάτην οὖν ἡ τοιαύτη ὑπόνοια παρενοχλεῖ τοῖς ἀνθρώποις. οὐδὲ γὰρ μερίζεται ὁ θεὸς παρὰ τοὺς διῃρημένους τρόπους τῆς μαντείας, ἀλλ’ ἀμερίστως ἅπαντας κατεργάζεται· οὐδὲ κατὰ χρόνον διῃρημένως ἄλλοτε ἄλλους ἐπιτελεῖ, ἀλλὰ ἀθρόως καὶ ἅμα δημιουργεῖ πάντας κατὰ μίαν ἐπιβολήν· οὐδὲ περὶ τὰ σημεῖα κατέχεται περιειλημμένος ἐν αὐτοῖς ἢ διωρισμένος, ἀλλ’ ἐν ἑαυτῷ καὶ τὰ σημεῖα συνέχει, συνείληφέ τε αὐτὰ ἐν ἑνὶ καὶ προάγει κατὰ μίαν βούλησιν ἀφ’ ἑαυτοῦ. Εἰ δὲ καὶ ἄχρι τῶν ἀψύχων οἷον ψηφιδίων ἢ ῥάβδων ἢ ξύλων τινῶν ἢ λίθων ἢ πυρῶν ἢ ἀλφίτων διήκει τῇ προδηλώσει, αὐτὸ τοῦτο καὶ τὸ θαυμασιώτατόν ἐστι τῆς θείας μαντικῆς προσημασίας, διότι καὶ τοῖς ἀψύχοις ψυχὴν καὶ τοῖς ἀκινήτοις κίνησιν ἐνδίδωσι, ποιεῖ τε πάντα σαφῆ καὶ γνώριμα καὶ λόγου μετέχοντα καὶ ἀφωρισμένα τοῖς τῆς νοήσεως μέτροις, καίτοι μηδένα λόγον ἔχοντα ἀφ’ ἑαυτῶν.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.17 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.17