Iamblichus, De Mysteriis 3.17 (part 3)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.17 (part 2) · Iamblichus, De Mysteriis 3.17 (part 4) →
Iamblichus, De Mysteriis 3.17 (part 3) Ancient Greek
Iamblichus, De Mysteriis
καὶ ἄλλο δή τί μοι δοκεῖ δαιμόνιόν τι θαῦμα, ὃ θεὸς ἐν τούτοις διασημαίνει. ὥσπερ γὰρ ἐνίοτε τῶν εὐηθικῶν τινὰ ἀνθρώπων ποιεῖ σοφίας μετὰ λόγου ἀποφθέγγεσθαι, δι’ οὗ πᾶσι κατάδηλον γίνεται, ὡς οὐκ ἀνθρώπινόν τι, θεῖον δὲ τὸ ἔργον ἐστὶ τὸ γεγονός, οὕτω διὰ τῶν ἀπεστερημένων γνώσεως τὰ πάσης γνώσεως προέχοντα νοήματα ἀποκαλύπτει· κἀκεῖνο ἄμα ἀναφαίνει τοῖς ἀνθρώποις ὡς πίστεως ἄξια ὑπάρχει τὰ δεικνύμενα σημεῖα, καὶ ὅτι κρείττων ἐστὶ τῆς φύσεως καὶ ἐξῃρημένος ἀπ’ αὐτῆς ὁ θεός· οὕτω τὰ ἐν τῇ φύσει ἄγνωστα γνωστὰ ποιεῖ καὶ τὰ μὴ γινώσκοντα γινώσκοντα, ἡμῖν τε δι’ αὐτῶν ἐντίθησι φρόνησιν, καὶ δι’ ὅλων τῶν ὄντων ἐν τῷ κόσμῳ κινεῖ τὸν νοῦν ἡμῶν ἐπὶ τὴν ἀλήθειαν, τῶν τε ὄντων καὶ γεγονότων καὶ ἐσομένων. Οἶμαι δὴ οὖν καὶ ἀπὸ τούτων τὸν τρόπον τῆς μαντικῆς γεγονέναι καταφανῆ παντελῶς ὑπεναντίον ὄντα οἷς ὑφορᾷς σὺ καὶ ὑποπτεύεις. ἡγεμονικὸς γάρ ἐστι καὶ πρωτουργὸς αὐτεξούσιός τε καὶ ὑπερέχων συνειληφώς τε ἐν ταὐτῷ τὰ ὅλα ἀλλ’ οὐκ αὐτὸς περιεχόμενος ὑπό τινων οὐδὲ διειργόμενος ὑπὸ τῶν μεταλαμβανόντων, ἀλλ’ αὐτὸς ἀθρόως καὶ ἀδιορίστως πᾶσιν ἐπιβεβηκὼς καὶ ἐνεξουσιάζων, ἀδιορίστῳ δὲ δυνάμει ἐπικρατῶν τὰ ὅλα καὶ διασημαίνων ἀθρόως. ἀφ’ ὧν δὴ διαλύσεις ῥᾳδίως τὰς ἰδιωτικὰς ταύτας καὶ παρενοχλούσας τοῖς πολλοῖς ἀνθρώποις ἀπορίας, ἐπὶ δὲ τὴν νοερὰν καὶ θείαν καὶ ἄψευστον ἀπὸ πάντων προσημασίαν τῶν θεῶν ἑαυτὸν ἐπανάξεις δεόντως.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.17
Cite as
Iamblichus, De Mysteriis 3.17 (part 3) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.17