🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.18 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.18 (part 1) · Iamblichus, De Mysteriis 3.19 (part 1) →

Iamblichus, De Mysteriis 3.18 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
οὐ μὴν ἔτι γε δίδομεν ὃ σὺ προσέρριψας ὡς ὁμολογούμενον, ὅτε δι’ ἡμῶν ἑλκόμενος ἀνάγκαις ταῖς τῆς κλήσεως ταῦτα ἐπιτελεῖ. κρείττων γὰρ ἀνάγκης ἐστὶν ὁ θεὸς καὶ πᾶς ὁ συναπτόμενος αὐτῷ τῶν κρειττόνων χορός, οὐ τῆς ἐξ ἀνθρώπων ἐπαγομένης μόνον, ἀλλὰ καὶ ὅση τὸν κόσμον κατείληφε· διότι δὴ τὴν ἄυλον φύσιν καὶ μηδεμίαν παραδεχομένην ἐπίκτητον τάξιν οὐκ ἔστι δουλεύειν οὐδεμιᾷ ἀλλαχόθεν ἐπεισιούσῃ ἀνάγκῃ. εἶτα μέντοι καὶ ἡ κλῆσις καὶ τὰ δρώμενα ὑπὸ τοῦ ἐπιστήμονος τῇ ἐξομοιώσει καὶ τῇ οἰκειώσει προστρέχει τοῖς κρείττοσιν αὐτὰ καὶ συνάπτεται, ἀλλ’ οὐχὶ διὰ βίας ἀπεργάζεται τὴν ἑαυτῶν ἐνέργειαν. Οὐ τοίνυν, ὡς σὺ νενόμικας, παθόντος τοῦ ἐπιστήμονος θεουργοῦ τὰ γινόμενα ὁρᾶται εἰς τοὺς θεσπίζον τας, οὐδὲ πάθους προηγησαμένου εἰς τὸν χρησμῳδοῦντα διὰ τῆς ἀνάγκης οὕτως ἐπιτελεῖται ἡ μαντεία, ἀλλότρια γὰρ ταῦτα τῆς τῶν κρειττόνων οὐσίας καὶ πρὸς ἄλλα ἐνάρμοστα ὑπάρχει·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.18 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.18