Iamblichus, De Mysteriis 3.19 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.18 (part 2) · Iamblichus, De Mysteriis 3.19 (part 2) →
Iamblichus, De Mysteriis 3.19 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
ἀλλ’ οὐδὲ ὡς ὄργανόν τι μέσον ἐστὶ τὸ τῶν κρειττόνων αἴτιον, καὶ δρᾷ διὰ τοῦ θεσπίζοντος ὁ καλῶν. καὶ γὰρ ταῦτα ἀνόσιον φθέγγεσθαι· πολὺ γὰρ τοῦδε μᾶλλόν ἐστιν ἀληθὲς ἐκεῖνο ὡς θεὸς μὲν πάντα ἐστὶ καὶ πάντα δύναται καὶ πάντα πεπλήρωκεν ἑαυτοῦ, καὶ μόνος οὗτος σπουδῆς ἀξιολόγου καὶ τιμῆς μακαρίας ἐστὶν ἄξιος· τὸ δὲ ἀνθρώπειον αἰσχρὸν καὶ ἐν οὐδενὸς μέρει καὶ παίγνιόν ἐστι πρὸς τὸ θεῖον παραβαλλόμενον. γελῶ δὲ ἔγωγε καὶ τοῦτο ἀκούων, ὡς αὐτόματός τισιν ὁ θεὸς πάρεστιν ἤτοι διὰ γενέσεως· περίοδον ἢ δι’ ἄλλας αἰτίας. οὐ γὰρ ἔτ’ ἔσται ἀγέννητον τὸ κρεῖττον, εἰ ἡ περίοδος αὐτὸ ἄγει τῆς γενέσεως, οὐδὲ πρώτως αἴτιον τῶν ὅλων, εἰ κατ’ ἄλλας αἰτίας καὶ αὐτό τισι συντάττεται. ταῦτα μὲν οὖν ἀνάξια καὶ τῆς περὶ θεῶν ἐννοίας ὑπάρχει καὶ τῶν ἐν τῇ θεουργίᾳ γιγνομένων ἔργων ἀλ λότρια. πέπονθε δὲ ἡ τοιαύτη ζήτησις ταὐτὸν ὅπερ καὶ περὶ τῆς δημιουργίας τοῦ παντὸς καὶ τῆς προνοίας οἱ πολλοὶ πάσχουσι. μὴ δυνάμενοι γὰρ μαθεῖν ὅστις ὁ τρόπος αὐτῶν, τάς τε ἀνθρώπων φροντίδας καὶ τοὺς λογισμοὺς ἐπὶ τῶν θεῶν ἀποκρίνοντες, καὶ τὸ ὅλον ἀναιροῦσιν ἐπ’ αὐτῶν τὴν πρόνοιάν τε καὶ δημιουργίαν.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.19
Cite as
Iamblichus, De Mysteriis 3.19 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.19