🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.21 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.20 (part 2) · Iamblichus, De Mysteriis 3.21 (part 2) →

Iamblichus, De Mysteriis 3.21 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Μήποτε οὖν ὃ τρίτον προσέθηκάς ἐστιν ἀληθέστερον, ὡς ἄρα μικτόν τι γίνεται ὑποστάσεως εἶδος ἐξ ἡμῶν τε τῆς ψυχῆς καὶ ἔξωθεν θείας ἐπιπνοίας. ὅρα δὴ οὖν αὐτὸ ἀκριβέστερον, μή ποι λάθωμεν παρ’ αὐτοῦ παραποδισθέντες καὶ τῆς ἐν αὐτῷ φαινομένης εὐπρεπείας. εἰ γὰρ πού τι ἐκ δυοῖν ἓν ἀποτέλοιτο, ὁμοειδὲς τοῦτο καὶ ὁμοφυὲς πᾶν ἐστὶ καὶ ὁμοούσιον· οὕτω τὰ στοιχεῖα συνερχόμενα εἰς ταὐτὸ ἐκ πολλῶν ἕν τι ἀπεργάζεται, καὶ ψυχαὶ πλείονες εἰς ψυχὴν μίαν τὴν ὅλην συμπήγνυνται. οὐ μέντοι τὸ παντελῶς ἐξῃρημένον πρὸς τὸ ἐκβεβηκὸς ἑαυτοῦ γένοιτο ἄν ποτὲ ἕν, οὐδὲ ψυχὴ τοίνυν μετὰ τῆς θείας ἐπιπνοίας ἕν τι ποιεῖ ὑποστάσεως εἶδος. εἰ γὰρ ἄμικτόν ἐστι τὸ θεῖον οὐδ’ ἡ ψυχὴ πρὸς αὐτὸ συμμίγνυται, καὶ εἰ ἀμετάβλητον ὑπάρχει οὐκ ἂν ἐκ τῆς συγκράσεως εἰς τὸ κοινὸν ἀπὸ τοῦ ἁπλοῦ μεταβληθείη. Πρότερον μὲν οὖν μικρὰ αἰθύγματα ἀνεγείρειν ἐνό μιζόν τινες καὶ θεῖα ἐν ἡμῖν εἴδη, ἅπερ εἴτε φυσικὰ εἴτε ἄλλως ὁπωσοῦν ἦν σωματοειδῆ, ἀδύνατα δήπουθεν ἦν ἐκ τῶν τυχόντων εἰς τὰ θεῖα μεθίστασθαι· ἐν δὴ τῷ παρόντι τὴν ψυχὴν ἀποφαίνονται συναιτίαν τῆς θείας συγκράσεως, καὶ δῆλον ὅτι ἰσάξιος γίνεται τοῖς θεοῖς, δίδωσί τε αὐτοῖς τι μόριον καὶ ἐν τῷ μέρει δέχεται ἀπ’ ἐκείνων, μέτρα τε τοῖς κρείττοσιν ἐπιθήσει καὶ αὐτὴ ἀπ’ ἐκείνων ὁρισθήσεται·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.21 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.21