Iamblichus, De Mysteriis 3.21 (part 2)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.21 (part 1) · Iamblichus, De Mysteriis 3.22 (part 1) →
Iamblichus, De Mysteriis 3.21 (part 2) Ancient Greek
Iamblichus, De Mysteriis
ὃ δὲ δεινότατον ὧν λέγουσί τινες, ὅτι καὶ ἐν στοιχείων τάξει οἱ θεοὶ προηγούμενοι ἐνυπάρξουσι τοῖς ἀποτελουμένοις ὑφ’ ἑαυτῶν, καὶ ἔσται τι παραγόμενον ἀπὸ χρόνου καὶ τῆς κατὰ χρόνον συμμίξεως ὃ περιέχει τοὺς θεοὺς ἐν ἑαυτῷ. τί δὲ δὴ καὶ ἔστι τοῦτο τὸ σύμμικτον τῆς ὑποστάσεως εἶδος; εἰ μὲν γὰρ τὸ συναμφότερον, οὐκ ἔσται ἓν ἐκ δυοῖν ἀλλὰ σύνθετόν τι καὶ συμπεφορημένον ἀπὸ τῶν δύο· εἰ δ’ ὡς ἕτερον ἀμφοῖν, μετάβλητα ἔσται τὰ ἀίδια, καὶ τὰ θεῖα τῶν ἐν τῇ γενέ σει φυσικῶν οὐδεν διοίσει· και τὸ γιγνόμενον ἄτοπον μὲν ἔσται ἀίδιον φυόμενον διὰ γενέσεως, ἀτοπώτερον δέ τι διαλυθήσεται ἐξ ἀιδίων ὑφεστηκός. οὐδαμῶς ἄρα οὐδὲ ἡ τοιαύτη δόξα περὶ τῆς μαντείας ἔχει τινὰ λόγον. Νοήσωμεν δ’ ἔτι καὶ τὴν παράδοξον ταύτην ὑπόληψιν, εἴτε μίαν τις αὐτὴν θείη εἴτε δύο.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.21
Cite as
Iamblichus, De Mysteriis 3.21 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.21