🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.22 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.21 (part 2) · Iamblichus, De Mysteriis 3.22 (part 2) →

Iamblichus, De Mysteriis 3.22 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
λέγεις τοίνυν ὡς ἡ ψυχὴ γεννᾷ δύναμιν φανταστικὴν τοῦ μέλλοντος διὰ τοιούτων κινημάτων, ἢ τὰ προσαγόμενα ἀπὸ τῆς ὕλης ὑφίστησι διὰ τῶν ἐνουσῶν δυνάμεων δαίμονας, καὶ μάλιστα ἡ ἀπὸ τῶν ζώων εἰλημμένη. δοκεῖ δέ μοι ταῦτα δεινὴν παρανομίαν ἐμφαίνειν εἰς ὅλην τὴν θεολογίαν τε καὶ τὴν θεουργικὴν ἐνέργειαν· ἓν μὲν γὰρ ἄτοπον πρῶτον καταφαίνεται, εἰ γεννητοί εἰσι καὶ φθαρτοὶ οἱ δαίμονες· ἕτερον δὲ τούτου δεινότερον, εἰ ἀπὸ τῶν ὑστέρων ἑαυτῶν παράγονται πρότεροι αὐτῶν ὄντες· ψυχῆς γὰρ δήπου καὶ τῶν περὶ τοῖς σώμασι δυνάμεων προϋφεστήκασιν οἱ δαίμονες. πρὸς τούτοις πῶς δύναται τὰ τῆς μεριστῆς ψυχῆς ἐν σώματι κατεχομένης ἐνεργήματα εἰς οὐσίαν καθίστασθαι, καὶ ταῦτα χωριστὰ εἶναι ἔξω τῆς ψυχῆς καθ’ ἑαυτά; ἢ πῶς αἱ περὶ τοῖς σώμασι δυνάμεις ἀφίστανται τῶν σωμάτων καίτοι ἐν τοῖς σώμασι τὸ εἶναι ἔχουσαι; τίς δὲ δή ἐστιν ὁ ἀπολύων αὐτὰς ἀπὸ τῆς σωματικῆς συστάσεως, καὶ σωματικὴν διάλυσιν συνάγων πάλιν εἰς μίαν σύνοδον; ἔσται γὰρ οὕτω προϋπάρχων ὁ τοιοῦτος δαίμων πρὸ τοῦ ὑποστῆναι· ἔχει δὲ καὶ τὰς κοινὰς ἀπορίας ὁ λόγος· πῶς γὰρ δήποτε ἀπὸ τῶν μὴ ἐχόντων μαντικὴν μαντικὴ φύεται, καὶ ἀπὸ τῶν μὴ ἐχόντων ψυχὴν σωμάτων ψυχὴ ἀπογεννᾶται; ἢ τὸ ὅλον φάναι πῶς ἀπὸ τῶν ἀτελεστέρων τελειότερα παράγεται; καὶ ὁ τρόπος δὲ τῆς παραγωγῆς φαίνεταί μοι ἀδύνατος· τὸ γὰρ διὰ κινημάτων τῆς ψυχῆς καὶ διὰ τῶν ἐν τοῖς σώμασι δυνάμεων παράγεσθαι οὐσίαν, ἀδύνατον.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.22 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.22