Iamblichus, De Mysteriis 3.22 (part 2)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.22 (part 1) · Iamblichus, De Mysteriis 3.23 →
Iamblichus, De Mysteriis 3.22 (part 2) Ancient Greek
Iamblichus, De Mysteriis
ἀπὸ γὰρ τῶν μὴ ἐχόντων οὐσίαν οὐσία οὐχ οἵα τέ ἐστιν ἀποτελεῖσθαι. Πόθεν δὲ καὶ φανταστικὴ τοῦ μέλλοντος γίνεται; παρὰ τίνος λαβοῦσα τὸ μαντικόν; ὁρῶμεν γὰρ δήπου τῶν ἐνσπειρομένων διὰ γενέσεως οὐδὲν οὐδέποτε πλείονός τινος μεταλαμβάνοντος ἢ ὅσον δίδοται αὐτῷ ἀπὸ τοῦ πρώτως ἑαυτὸ ἀπογεννῶντος. τὸ δ’ ἔοικε προσθήκην τινὰ περιττοτέραν παραδέχεσθαι ἀπὸ τοῦ μὴ ὄντος· εἰ μὴ ἄρα τις λέγοι τῇ ἀπὸ τῶν ζώων ὕλῃ τοὺς δαίμονας ἐπιβεβηκέναι, προσαγομένης δὲ αὐτῆς συμπαθῶς πρὸς αὐτὴν κινεῖσθαι. οὐκοῦν κατά γε ταύτην τὴν δόξαν οὐκ ἀπογεννῶνται οἱ δαίμονες ἀπὸ τῶν ἐν τοῖς σώμασι δυνάμεων, προηγούμενοι δ’ αὐτῶν καὶ προϋπάρχοντες συγκινοῦνται αὐταῖς ὁμοειδῶς. εἰ δὲ δὴ ὅτι μάλιστα καὶ οὕτως εἰσὶ συμπαθεῖς, οὐχ ὁρῶ τίνα τρόπον εἴσονταί τε περὶ τοῦ μέλλοντος ἀληθές. οὐ γὰρ συμπαθοῦς δυνάμεως οὐδ’ ἐνύλου καὶ κατεχομένης ἔν τινι τόπῳ καὶ σώματι τὸ προγιγνώσκειν μὲν καὶ προμηνύειν τὸ μέλλον, ἀλλὰ τοὐναντίον τῆς ἀπὸ πάντων τούτων ἀπολελυμένης. καὶ αὕτη δὴ οὖν ἡ δόξα τοιαύτας ἐχέτω τὰς εὐθύνας.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.22
Cite as
Iamblichus, De Mysteriis 3.22 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.22