Iamblichus, De Mysteriis 3.23
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.22 (part 2) · Iamblichus, De Mysteriis 3.24 (part 1) →
Iamblichus, De Mysteriis 3.23 Ancient Greek
Iamblichus, De Mysteriis
Αἱ δ’ ἐπὶ τῇδε ἐπιστάσεις ἀνάγονται μὲν εὐθὺς ὡς διστάζουσαι περὶ τοῦ τρόπου τῆς μαντείας, προϊοῦσαι δὲ ἀνατρέπειν αὐτὴν παντελῶς ἐπιχειροῦσι. διελώμεθα οὖν καὶ ἡμεῖς τὸν λόγον πρὸς ἀμφότερα ταῦτα. ἀρξώμεθα δὲ διαλύειν πρῶτον τὰ πρότερα· κατὰ γὰρ τοὺς ὕπνους μηδὲν πραγματευσάμενοι ἐνίοτε τῷ μέλλοντι ἐπιβάλλομεν, καὶ πραγματευσάμενοι πολλάκις οὐκ ἐπιβάλλομεν. οὐχ ὅτι ἐξ ἡμῶν τε καὶ ἔξωθέν ἐστι τὸ αἴτιον τῆς μαντικῆς· ἐφ’ ὧν γὰρ ὥρισται τὸ ἀφ’ ἡμῶν προκατάρχον καὶ συνεπόμενον ἀπὸ τῶν ἔξωθεν, σύνταξίν τε ταῦτα συμπλεκομένην ἔχει πρὸς ἄλληλα, ὡρισμένως ἐπὶ τούτων τὰ ἔργα ἐπιτελεῖται, καὶ συνέπεται τοῖς προηγουμένοις τὰ πρὸς αὐτὰ συνηρτημένα· ὅταν δὲ ἀπολελυμένον ᾖ τὸ αἴτιον καθ’ ἑαυτὸ προϋπάρχον, οὐχ ὥρισται τὸ τέλος ἐφ’ ἡμῖν, τὸ δὲ πᾶν ἐπὶ τοῖς ἐκτὸς κεῖται. καὶ νῦν οὖν τὸ μὴ πάντως τοῖς ἡμετέροις ἔργοις συντρέχειν τὴν ἐν τοῖς ὀνείροις ἀλήθειαν καὶ τὸ πολλάκις αὐτὴν ἀφ’ ἑαυτῆς ἐλλάμπειν, ἔξωθέν τε δείκνυσιν ἀπὸ θεῶν οὖσαν τὴν μαντείαν καὶ ταύτην αὐτεξούσιον ὅταν βούληται καὶ ὡσὰν θέλῃ μετ’ εὐμενείας τὸ μέλλον ἀναφαίνουσαν.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.23
Cite as
Iamblichus, De Mysteriis 3.23 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.23