🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.24 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.23 · Iamblichus, De Mysteriis 3.24 (part 2) →

Iamblichus, De Mysteriis 3.24 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Ταῦτα μὲν οὖν τοιοῦτον ἐχέτω τὸν ἀπολογισμόν· ἐν δὲ τοῖς μετὰ ταῦτα πειρώμενος τὸν τρόπον διερμηνεύειν τῆς μαντικῆς, ἀναιρεῖς αὐτὴν παντάπασιν. εἰ γὰρ πάθος ψυχῆς αἴτιον αὐτῆς καθίσταται, τίς ἂν εὖ φρονῶν ἀστάτῳ πράγματι καὶ ἐμπλήκτῳ πρόγνωσιν ἀποδοίη τεταγμένην καὶ σταθεράν; ἢ τί δήποτε σωφρονοῦσα μὲν ἡ ψυχὴ καὶ ἄτρεπτος οὖσα κατὰ τὰς βελτίονας ἑαυτῆς δυνάμεις τὰς νοερὰς καὶ διανοητικὰς ἀγνοεῖ τὸ ἐσόμενον, πάσχουσα δὲ κατὰ τὰς ἀτάκτους καὶ ταραχώδεις κινήσεις ἐπιβάλλει τῷ μέλλοντι; τί γὰρ δήποτε καὶ ἔχει τὸ πάθος οἰκεῖον εἰς τὴν θεωρίαν τῶν ὄντων; τί δὲ οὐ μᾶλλον ἐμποδίζει πρὸς ἀληθεστέραν κατανόησιν; ἔτι τοίνυν εἰ μὲν διὰ παθῶν τὰ πράγματα τὰ ἐν τῷ κόσμῳ συνίστατο, ἡ ὁμοίωσις ἂν τῶν παθῶν εἶχέ τινα πρὸς αὐτὰ οἰκειότητα, εἰ δὲ διὰ λόγων καὶ διὰ τῶν εἰδῶν ἐπιτελεῖται, ἄλλη τις αὐτῶν ἔσται ἡ πρόγνωσις ἀπηλλαγμένη παντὸς πάθους. ἔτι τὸ πάθος μόνου τοῦ παρόντος αἰσθάνεται καὶ τοῦ ἤδη ὑφεστηκότος, ἡ δὲ πρόγνωσις καὶ τῶν μηδέπω ὄντων ἀντιλαμβάνεται· ἕτερον ἄρα ἐστὶ τὸ προγινώσκειν τοῦ πάσχειν. Σκεψώμεθα δὴ καὶ τὰ τεκμήριά σου τῆς τοιαύτης δόξης. τὸ μὲν δὴ καταλαμβάνεσθαι τὰς αἰσθήσεις πρὸς τὸ ἐναντίον τείνει ἢ οἷον σὺ λέγεις· γνώρισμα γάρ ἐστι τοῦ μηδὲν φάντασμα ἀνθρώπειον τηνικαῦτα ἀνακινεῖσθαι. οἱ δὲ προσενεχθέντες ἀτμοὶ πρὸς τὸν θεὸν ἔχουσι τὴν συγγένειαν, οὐ πρὸς τὴν ψυχὴν τοῦ ἐποπτεύοντος. αἵ τε ἐπικλήσεις οὐκ ἐπιπνοίας τῆς διανοίας ἀνεγείρουσιν, ἢ σωματικὰ πάθη ἐν τῷ δεχομένῳ·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.24 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.24