🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.25 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.24 (part 2) · Iamblichus, De Mysteriis 3.25 (part 2) →

Iamblichus, De Mysteriis 3.25 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Ταῦτα μὲν οὖν οὕτως ἡμῖν ἐχέτω· τὸ δὲ ἐπὶ τούτοις ἀπὸ τῆς ἐνθέου παραφορᾶς ἐπὶ τὴν ἔκστασιν τῆς διανοίας τὴν ἐπὶ τὸ χεῖρον ἀποπίπτει, τήν τε ἐν τοῖς νοσήμασι συμπίπτουσαν μανίαν παραλόγως αἰτίαν εἶναί φησι τῆς μαντικῆς. χολῆς γὰρ πλεονασμοῖς ὡς ἔστιν εἰκάσαι τῆς μελαίνης καὶ μέθης παρατροπαῖς καὶ τῇ λύσσῃ τῇ ἀπὸ λυσσώντων κυνῶν συμβαινούσῃ τὸν ἐνθουσιασμὸν ἀπεικάζει. δεῖ τοίνυν ἐξ ἀρχῆς διελέσθαι διχῇ τὰ εἴδη τῆς ἐκστάσεως, ὧν τὰ μὲν ἐπὶ τὸ χεῖρον παρατρέπεται καὶ τὰ μὲν ἀνοίας πληροῖ καὶ παραφροσύνης, τὰ δὲ τῆς παρ’ ἀνθρώποις σωφροσύνης τιμιώτερα ἀγαθὰ παρέχει· καὶ τὰ μὲν ἐπὶ τὴν ἄτακτον καὶ πλημμελῆ καὶ ὑλικὴν ἀποπίπτει κίνησιν, τὰ δ’ ἐπιδίδωσιν ἑαυτὰ πρὸς τὴν ἐξάρχουσαν αἰτίαν καὶ αὐτῆς τῆς ἐν τῷ κόσμῳ διατάξεως· καὶ τὰ μὲν ὡς ἐστερημένα τῆς γνώσεως παραφέρεται ἀπὸ τοῦ φρονεῖν, τὰ δ’ ὡς συναπτόμενα τοῖς ὑπερέχουσι πάσης τῆς ἐν ἡμῖν φρονήσεως· καὶ τὰ μέν ἐστιν ἐν τροπῇ τὰ δ’ ἄτρεπτα· καὶ τὰ μὲν παρὰ φύσιν τὰ δ’ ὑπὲρ τὴν φύσιν· καὶ τὰ μὲν καταγωγὰ ψυχῆς τὰ δὲ ἀναγωγά· καὶ τὰ μὲν διίστησιν ἔξω παντάπασι τῆς θείας μοίρας, τὰ δὲ πρὸς αὐτὴν συνάπτει. Διὰ τί δὴ οὖν τοσοῦτον ἀπεσφάλη ὁ λόγος τῆς προκειμένης ὑποθέσεως, ὡς ἐπὶ τὰ ἔσχατα παρενεχθῆναι τῆς μανίας κακὰ ἀπὸ τῶν πρωτείων καὶ ἀγαθῶν; τί γὰρ δὴ ταῖς μελαγχολίαις ἢ μέθαις ἢ ταῖς ἄλλαις ταῖς ἀπὸ τοῦ σώματος ἐγειρομέναις παρακοπαῖς προσέοικεν ὁ ἐνθουσιασμός; τίς δ’ ἂν μαντεία ποτὲ ἐγγένοιτο ἀπὸ τῶν νοσημάτων τοῦ σώματος;
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.25 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.25