🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.25 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.25 (part 1) · Iamblichus, De Mysteriis 3.25 (part 3) →

Iamblichus, De Mysteriis 3.25 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
οὐχ ἡ μὲν τοιαύτη παραγωγὴ διαφθορὰ παντελής ἐστιν, ἡ δὲ θεοφορία τελειότης καὶ σωτηρία τῆς ψυχῆς; οὐ κατ’ ἀσθένειαν μὲν ἡ φαύλη συμπίπτει, κατὰ πλήρωσιν δὲ δυνάμεως ἡ βελτίων; ὡς δ’ ἁπλῶς εἰπεῖν ἡ μὲν ἡσυχάζουσα κατὰ τὴν οἰκείαν ζωὴν καὶ σύνεσιν ἑτέρῳ παραδίδωσι τὴν ἑαυτῆς χρῆσιν, ἡ δὲ τὰς οἰκείας ἐνεργείας ἐνεργοῦσα κάκιστα καὶ θορυβωδῶς ταύτας ἀποδίδωσι. Κἀκείνη τοίνυν ἡ διαφορὰ πάντων ἐστὶν ἐναργεστάτη, ὡς ἄρα ἐπὶ τῶν θείων πάντα τὰ ἔργα ἐξήλλακται. ὥσπερ γὰρ ἐξήρηται τὰ κρείττονα γένη παρὰ πάντα τὰ ἄλλα, οὕτω καὶ τὰ ἐνεργήματα αὐτῶν οὐδενὶ τῶν ὄντων προσἑοικεν. ὥστε ἂν εἴπῃς θείαν παραφοράν, ἄφελε πάσας εὐθὺς τὰς ἀνθρωπίνας παρατροπάς. καὶ ἐὰν νῆψιν αὐτοῖς ἱερατικὴν ἀποδῷς, μηκέτι σκόπει τὴν ἀνθρωπίνην νῆψιν, ὡς οὖσαν ἐκείνῃ παραπλησίαν. πάντως δὲ τὰς κατὰ τὰ νοσήματα τοῦ σώματος οἷον ὑποχύσεις καὶ τὰς ἀπὸ τῶν νοσημάτων κινουμένας φαντασίας μὴ παράβαλλε ταῖς θείαις φαντασίαις· τί γὰρ δὴ κοινὸν αὗται πρὸς ἀλλήλας ἔχουσι; μηδ’ αὖ τὰς ἀμφιβόλους καταστάσεις, οἷον μεταξὺ νήψεώς τε καὶ ἐκστάσεως, παραθῇς ποτὲ ταῖς ὡρισμέναις κατὰ μίαν ἐνέργειαν ἱερατικαῖς τῶν θεῶν ὄψεσιν. ἀλλὰ μηδὲ ταῖς ἀπὸ τῆς γοητείας τεχνικῶς κατασκευαζομέναις φαντασίαις παράβαλλε τὰς ἐναργεστάτας θεωρίας τῶν θεῶν· οὔτε γὰρ ἐνέργειαν οὔτε οὐσίαν τῶν ὁρωμένων οὔτε ἀλήθειαν αὗται ἔχουσιν, ἄχρι δὲ τοῦ δοκεῖν φαντάσματα ψιλὰ προτείνουσι.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.25 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.25